previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[379]

Φεύγοντος δ᾽ Ἀλεξάνδρου εἰς τὰ ὄρη κατὰ οἶκτον τῆς μεταβολῆς συλλέγονται παρ᾽ αὐτὸν Ἰουδαίων ἑξακισχίλιοι. καὶ τότε μὲν δείσας ὑποχωρεῖ Δημήτριος. μετὰ ταῦτα δὲ οἱ Ἰουδαῖοι ἐπολέμουν Ἀλεξάνδρῳ καὶ νικώμενοι πολλοὶ ἀπέθνησκον ἐν ταῖς μάχαις. [380] κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτᾶν ἐν Βαιθομμει πόλει ἐπολιόρκει, λαβὼν δὲ τὴν πόλιν καὶ γενόμενος ἐγκρατὴς αὐτῶν ἀνήγαγεν εἰς Ἱεροσόλυμα καὶ πάντων ὠμότατον ἔργον ἔδρασεν: ἑστιώμενος γὰρ ἐν ἀπόπτῳ μετὰ τῶν παλλακίδων ἀνασταυρῶσαι προσέταξεν αὐτῶν ὡς ὀκτακοσίους, τοὺς δὲ παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἔτι ζώντων παρὰ τὰς ἐκείνων ὄψεις ἀπέσφαττεν, [381] ὑπὲρ μὲν ὧν ἠδίκητο ἀμυνόμενος, ἄλλως δὲ ὑπὲρ ἄνθρωπον ταύτην εἰσπραττόμενος τὴν δίκην, εἰ καὶ τὰ μάλιστα, ὅπερ ἦν εἰκός, ἐταλαιπωρήθη τοῖς πρὸς αὐτοὺς πολέμοις καὶ εἰς τοὔσχατον ἧκε κινδύνου ψυχῆς τε πέρι καὶ βασιλείας, οὐκ ἀρκουμένων ἀγωνίζεσθαι κατὰ σφᾶς αὐτούς, [382] ἀλλὰ καὶ ἀλλοφύλους ἐπαγόντων καὶ τὸ τελευταῖον εἰς τοῦτο ἀνάγκης ἀγαγόντων, ὥστε ἣν κατεστρέψατο γῆν ἐν Γαλααδίτιδι καὶ Μωαβίτιδι καὶ τὰ χωρία τῶν Ἀράβων τῷ βασιλεῖ παραδοῦναι, ὅπως ἂν μὴ ξυνάρηται σφίσι τὸν κατ᾽ αὐτοῦ πόλεμον, ἄλλα τε μυρία ἐς ὕβριν αὐτοῦ καὶ ἐπήρειαν πραξάντων. [383] ἀλλ᾽ οὖν οὐκ ἐπιτηδείως δοκεῖ ταῦτα δρᾶσαι, ὥστε διὰ τὴν τῆς ὠμότητος ὑπερβολὴν ἐπικληθῆναι αὐτὸν ὑπὸ τῶν Ἰουδαίων Θρακίδαν. οἱ δ᾽ ἀντιστασιῶται αὐτοῦ τὸ πλῆθος ὄντες περὶ ὀκτακισχιλίους φεύγουσιν νυκτὸς καὶ παρ᾽ ὃν ἔζη χρόνον Ἀλέξανδρος ἦσαν ἐν τῇ φυγῇ. καὶ οὗτος μὲν ἀπηλλαγμένος τῆς ἐκ τούτων ταραχῆς μετὰ πάσης τὸ λοιπὸν ἠρεμίας ἐβασίλευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: