previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[69]

Καὶ ταῦτα μὲν Ὀνίας τῷ βασιλεῖ Πτολεμαίῳ γράφει. κατανοήσειε δ᾽ ἄν τις αὐτοῦ τὴν εὐσέβειαν καὶ Κλεοπάτρας τῆς ἀδελφῆς αὐτοῦ καὶ γυναικὸς ἐξ ἧς ἀντέγραψαν ἐπιστολῆς: τὴν γὰρ ἁμαρτίαν καὶ τὴν τοῦ νόμου παράβασιν εἰς τὴν Ὀνίου κεφαλὴν ἀνέθεσαν: [70] ἀντέγραψαν γὰρ οὕτως: ‘βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα Ὀνίᾳ χαίρειν. ἀνέγνωμέν σου τὴν ἐπιστολὴν ἀξιοῦντος ἐπιτραπῆναί σοι τὸ ἐν Λεόντων πόλει τοῦ Ἡλιοπολίτου ἱερὸν συμπεπτωκὸς ἀνακαθᾶραι, προσαγορευόμενον δὲ τῆς ἀγρίας Βουβάστεως. διὸ καὶ θαυμάζομεν, εἰ ἔσται τῷ θεῷ κεχαρισμένον τὸ καθιδρυσόμενον ἱερὸν ἐν ἀσελγεῖ τόπῳ καὶ πλήρει ζῴων ἱερῶν. [71] ἐπεὶ δὲ σὺ φῂς Ἡσαΐαν τὸν προφήτην ἐκ πολλοῦ χρόνου τοῦτο προειρηκέναι, συγχωροῦμέν σοι, εἰ μέλλει τοῦτ᾽ ἔσεσθαι κατὰ τὸν νόμον: ὥστε μηδὲν ἡμᾶς δοκεῖν εἰς τὸν θεὸν ἐξημαρτηκέναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: