previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[145]

Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν. [146] ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δ᾽ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δ᾽ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν. [147] Ἰωνάθης δ᾽ ἐπὶ τοῖς παρ᾽ Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδ᾽ αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρ᾽ αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθ᾽ ὧν εὖ πάθοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: