previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[116]

Τοῦ δ᾽ Ἀλεξάνδρου σὺν στρατεύματι πολλῷ καὶ μεγάλῃ παρασκευῇ ὁρμήσαντος ἐκ τῆς Κιλικίας εἰς τὴν Συρίαν καὶ τὴν Ἀντιοχέων γῆν ἐμπρήσαντος καὶ διαρπάσαντος Πτολεμαῖος ἐπ᾽ αὐτὸν ἐξεστράτευσεν μετὰ τοῦ γαμβροῦ Δημητρίου: ἤδη γὰρ αὐτῷ πρὸς γάμον ἐδεδώκει τὴν θυγατέρα: καὶ νικήσαντες εἰς φυγὴν ἐτρέψαντο τὸν Ἀλέξανδρον. [117] οὗτος μὲν οὖν εἰς Ἀραβίαν φεύγει. συνέβη δὲ ἐν τῇ μάχῃ τὸν ἵππον τὸν Πτολεμαίου φωνῆς ἀκούσαντα ἐλέφαντος ταραχθῆναι καὶ τὸν Πτολεμαῖον ἀποσεισάμενον καταβαλεῖν, τοὺς δὲ πολεμίους ἰδόντας ἐπ᾽ αὐτὸν ὁρμῆσαι καὶ τραύματα πολλὰ δόντας αὐτῷ κατὰ τῆς κεφαλῆς εἰς κίνδυνον τὸν περὶ θανάτου καταστῆσαι: τῶν γὰρ σωματοφυλάκων αὐτὸν ἐξαρπασάντων χαλεπῶς οὕτως εἶχεν, ὡς ἐφ᾽ ἡμέρας τέσσαρας μήτε συνεῖναί τι μήτε φθέγξασθαι δυνηθῆναι. [118] τοῦ δὲ Ἀλεξάνδρου τὴν κεφαλὴν τῶν Ἀράβων δυνάστης ἀποτεμὼν Ζάβειλος ἀπέστειλεν Πτολεμαίῳ, ὃς τῇ πέμπτῃ τῶν ἡμερῶν ἀνενεγκὼν ἐκ τῶν τραυμάτων καὶ φρονήσας ἥδιστον ἄκουσμα καὶ θέαμα τὴν Ἀλεξάνδρου τελευτὴν ἅμα καὶ τὴν κεφαλὴν ἀκούει καὶ θεᾶται. [119] καὶ μετ᾽ οὐ πολὺ πλησθεὶς τῆς ἐπ᾽ Ἀλεξάνδρῳ τεθνηκότι χαρᾶς καὶ αὐτὸς κατέστρεψε τὸν βίον. ἐβασίλευσεν δὲ τῆς Ἀσίας Ἀλέξανδρος Βάλας ἐπιλεγόμενος ἔτη πέντε, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: