previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[225]

δ᾽ Ἀντίοχος ὑπὸ πλεονεξίας καὶ φαυλότητος λήθην τῶν ἐκ Σίμωνος αὐτῷ πρὸς τὰς χρείας ὑπηρετηθέντων ἐποιήσατο, καὶ δύναμιν στρατιωτικὴν Κενδεβαίῳ παραδοὺς τῶν φίλων ἐπὶ τὴν τῆς Ἰουδαίας πόρθησιν καὶ τὴν Σίμωνος ἅλωσιν ἐξαπέστειλεν. [226] Σίμων δ᾽ ἀκούσας τὴν Ἀντιόχου παρανομίαν καὶ πρεσβύτερος ὢν ἤδη ὅμως ὑπὸ τοῦ μὴ δικαίων τῶν παρ᾽ Ἀντιόχου γινομένων τυγχάνειν παρορμηθεὶς καὶ τῆς ἡλικίας φρόνημα κρεῖττον λαβὼν νεανικῶς ἐστρατήγει τοῦ πολέμου. [227] καὶ τοὺς μὲν υἱεῖς μετὰ τῶν μαχιμωτέρων προεκπέμπει στρατιωτῶν, αὐτὸς δὲ κατ᾽ ἄλλο μέρος προῄει μετὰ τῆς δυνάμεως, καὶ πολλοὺς ἐν τοῖς φαραγγώδεσι τῶν ὀρῶν τούτους εἰς ἐνέδραν καταστήσας διαμαρτάνει μὲν οὐδεμιᾶς τῶν ἐπιχειρήσεων, κρατήσας δὲ διὰ πάσης τῶν πολεμίων ἐν εἰρήνῃ τὸν λοιπὸν διήγαγεν χρόνον, ποιησάμενος καὶ αὐτὸς πρὸς Ῥωμαίους συμμαχίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: