previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[468]

Μετὰ δὲ τοὺς γάμους ἦλθεν μὲν διὰ Φοινίκης Σόσσιος προεκπέμψας τὴν δύναμιν διὰ τῆς μεσογαίας, ἦλθεν δὲ καὶ στρατὸς πλῆθος ἱππέων τε καὶ πεζῶν, παρεγένετο δὲ καὶ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος οὐκ ὀλίγον πρὸς τῷ πάλαι στρατὸν ἄγων: [469] περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δ᾽ ἐπὶ τὸ Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως στρατιᾶς ἕνδεκα μὲν οὖσα τέλη ὁπλιτικοῦ, ἓξ δὲ χιλιάδες ἱππέων, ἄλλα δὲ ἐπικουρικὰ ἀπὸ τῆς Συρίας, δύο δ᾽ ἡγεμόνες, Σόσσιος μὲν ὑπ᾽ Ἀντωνίου σταλεὶς σύμμαχος, Ἡρώδης δ᾽ ὑπὲρ αὐτοῦ, ὡς Ἀντίγονον ἀφελόμενος τὴν ἀρχὴν ἀποδειχθέντα ἐν Ῥώμῃ πολέμιον αὐτὸς ἀντ᾽ ἐκείνου βασιλεὺς εἴη κατὰ τὸ τῆς συγκλήτου δόγμα. [470]

Μετὰ δὲ πολλῆς προθυμίας καὶ ἔριδος ἅτε σύμπαντος ἠθροισμένου τοῦ πλήθους οἱ Ἰουδαῖοι τοῖς περὶ τὸν Ἡρώδην ἀντεπολέμουν κατειληθέντες ἐντὸς τοῦ τείχους, πολλά τε ἐπεφήμιζον περὶ τὸ ἱερὸν καὶ πολλὰ ἐπ᾽ εὐφημίᾳ τοῦ δήμου, ὡς ῥυσομένου τῶν κινδύνων αὐτοὺς τοῦ θεοῦ. [471] τά τε ἐκτὸς τῆς πόλεως ἀπεσκευάσαντο, ὡς μηδ᾽ ὅσα τροφὴ δύναιτο εἶναι ὑπολιπεῖν ἀνθρώποις ὑποζυγίοις, λῃστείαις τε λάθρα χρώμενοι ἀπορίαν παρέσχον. [472] ταῦτα δ᾽ Ἡρώδης συνιδὼν πρὸς μὲν τὰς λῃστείας ἐν τοῖς ἐπικαιροτάτοις τόποις παρελόχιζεν, πρὸς δὲ τὰ ἐπιτήδεια πέμπων ὁπλιτικὰ τέλη πόρρωθεν ἀγορὰν συνεκόμιζεν, ὡς ὀλίγου χρόνου πολλὴν ἀφθονίαν αὐτοῖς γενέσθαι τῶν ἀναγκαίων. [473] ἦρτο δὲ συνεχῶς ἤδη πολλῆς χειρὸς ἐργαζομένης καὶ τὰ τρία χώματα εὐπετῶς: θέρος τε γὰρ ἦν καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάστασιν οὔτ᾽ ἀπὸ τοῦ ἀέρος οὔτ᾽ ἀπὸ τῶν ἐργαζομένων, τά τε μηχανήματα προσάγοντες κατέσειον τὸ τεῖχος καὶ πάσαις ἐχρῶντο πείραις. [474] οὐ μὴν ἐξέπληττον τοὺς ἔνδον, ἀλλὰ ἀντετεχνῶντο κἀκεῖνοι πρὸς τὰ παρὰ τούτων γινόμενα οὐκ ὀλίγα, ἐπεκθέοντές τε τὰ μὲν ἡμίεργα ἐνεπίμπρασαν τὰ δ᾽ ἐξειργασμένα, εἴς τε χεῖρας ἰόντες οὐδὲν κακίους τὰς τόλμας Ῥωμαίων ἦσαν, ἐπιστήμῃ δ᾽ ἐλείποντο. [475] πρός τε τὰς μηχανὰς ἀντετείχιζον ἐρειπομένων τῶν πρώτων οἰκοδομημάτων, ὑπὸ γῆν τε ἀπαντῶντες ἐν ταῖς μεταλλεύσεσιν διεμάχοντο, ἀπονοίᾳ δὲ τὸ πλέον προμηθείᾳ χρώμενοι προσελιπάρουν τῷ πολέμῳ εἰς τοὔσχατον, καὶ ταῦτα μεγάλου στρατοῦ περικαθημένου σφᾶς καὶ λιμῷ ταλαιπωρούμενοι καὶ σπάνει τῶν ἐπιτηδείων: τὸν γὰρ ἑβδοματικὸν ἐνιαυτὸν συνέβη κατὰ ταῦτ᾽ εἶναι. [476] ἀναβαίνουσιν δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσι, ἔπειτα δὲ ἑκατόνταρχοι Σοσσίου: ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα: καί τινες τῶν περὶ τὸ ἱερὸν ἐνεπρήσθησαν στοῶν, ἃς Ἡρώδης Ἀντίγονον ἐμπρῆσαι διέβαλεν, μῖσος αὐτῷ πραγματευόμενος παρὰ τῶν Ἰουδαίων γενέσθαι. [477] ᾑρημένου δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως εἰς τὸ ἔσωθεν ἱερὸν καὶ τὴν ἄνω πόλιν οἱ Ἰουδαῖοι συνέφυγον, δείσαντες δὲ μὴ διακωλύσωσιν αὐτοὺς οἱ Ῥωμαῖοι τὰς καθημερινὰς θυσίας ἐπιτελεῖν τῷ θεῷ, πρεσβεύονται ἐπιτρέψαι παρακαλοῦντες θύματα αὐτοῖς μόνον εἰσκομίζεσθαι: δ᾽ ὡς ἐνδωσόντων αὐτῶν συνεχώρει ταῦτα. [478] καὶ ἐπεὶ μηδὲν ἑώρα γινόμενον παρ᾽ αὐτῶν ὧν ὑπενόει, ἀλλὰ ἰσχυρῶς ἀντέχοντας ὑπὲρ τῆς Ἀντιγόνου βασιλείας, προσβαλὼν κατὰ κράτος εἷλεν τὴν πόλιν. [479] καὶ πάντα εὐθὺς φόνων ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπεῖν σπεύδοντος ἀντίπαλον. [480] ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες, ἦν τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν φειδώ, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλ᾽ ὥσπερ μεμηνότες πᾶσαν ἡλικίαν ἐπεξῄεσαν. [481] ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε τύχης ἔννοιαν λαβὼν κάτεισι μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου ποσίν, κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεκρότησεν μὲν ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν, οὐ μὴν ὡς γυναῖκά γε φρουρᾶς ἐλεύθερον ἀφῆκεν, ἀλλ᾽ μὲν δεθεὶς ἐφυλάττετο. [482]

Πρόνοια δ᾽ ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τοῦ κρατῆσαι καὶ τῶν ἀλλοφύλων συμμάχων: ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέᾳ τοῦ τε ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων. [483] δὲ βασιλεὺς τοὺς μὲν παρακαλῶν τοὺς δ᾽ ἀπειλῶν ἔστιν δ᾽ οὓς καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἥττης χαλεπωτέραν ἡγούμενος τὴν νίκην, εἴ τι τῶν ἀθεάτων παρ᾽ αὐτῶν ὀφθείη. [484] διεκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινάμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ ἀνδρῶν Ῥωμαῖοι τὴν πόλιν κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτῳ πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνει. [485] τοῦ δὲ ἀντὶ τῆς πολιορκίας τὰς ἁρπαγὰς δικαίως τοῖς στρατιώταις ἐπιτρέπειν φαμένου, αὐτὸς ἔφη διανεμεῖν ἐκ τῶν ἰδίων χρημάτων τοὺς μισθοὺς ἑκάστοις. [486] οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πόλιν τὰς ὑποσχέσεις ἐπλήρωσεν: λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς ἡγεμόνας, βασιλικώτατα δ᾽ αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς πάντας ἀπελθεῖν χρημάτων εὐποροῦντας. [487]

Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ Μάρκου Ἀγρίππα καὶ Κανιδίου Γάλλου ἐπὶ τῆς ἑκατοστῆς ὀγδοηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὥσπερ ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς: [488] καὶ γὰρ ὑπ᾽ ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη εἰκοσιεπτά. Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ. [489] δείσας δὲ Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπ᾽ Ἀντωνίου καὶ κομισθεὶς εἰς Ῥώμην ὑπ᾽ αὐτοῦ δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας διὰ τὸ γένος, εἰ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτεν: [490] ταῦτα φοβούμενος πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δ᾽ οὕτως τοῦ Ἀσσαμωναίου ἀρχὴ μετὰ ἔτη ἑκατὸν εἰκοσιέξ. οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατικῆς τιμῆς ὧν τε ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο. [491] ἀλλ᾽ οὗτοι μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον, μετέβη δ᾽ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ καὶ ὑπακούοντος τοῖς βασιλεῦσιν. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσσαμωναίων γενεᾶς παρειλήφαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: