previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[280]

Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον: Κάσσιος μὲν γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον: συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα. [281] Μάλιχος δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν Ὑρκανοῦ οἰνοχόον, παρ᾽ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν. [282] γνόντων δὲ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου. [283] καὶ Ἀντίπατρος μὲν εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διενεγκὼν καὶ τῇ περὶ τὴν πατρίδα σπουδῇ τοῦτον ἐτελεύτησεν τὸν τρόπον. τῶν δὲ παίδων αὐτοῦ Ἡρώδης μὲν εὐθὺς ἔγνω τιμωρεῖν τῷ πατρὶ μετὰ στρατιᾶς ἐπὶ Μάλιχον ἐλθών. Φασαήλῳ δὲ τῷ πρεσβυτέρῳ δόλῳ μᾶλλον ἐδόκει περιγίνεσθαι τἀνδρός, μὴ πολέμου κατάρχειν νομισθῶσιν ἐμφυλίου. [284] τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ τὰ νείκη διέλυε τοῖς ἀνθρώποις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: