previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[297]

Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου στρατιὰν ἀθροίσαντα καὶ Φάβιον τεθεραπευκότα χρήμασιν κατῆγεν Πτολεμαῖος Μενναίου διὰ τὸ κήδευμα. συνεμάχει δ᾽ αὐτῷ καὶ Μαρίων, ὃν Τυρίων καταλελοίπει τύραννον Κάσσιος: τυραννίσι γὰρ διαλαβὼν τὴν Συρίαν οὗτος ἀνὴρ ἐφρούρησεν. [298] δὲ Μαρίων καὶ εἰς τὴν Γαλιλαίαν ὅμορον οὖσαν ἐνέβαλεν καὶ τρία καταλαβὼν ἐρύματα διὰ φρουρᾶς εἶχεν. ἐλθὼν δὲ καὶ ἐπὶ τοῦτον Ἡρώδης ἅπαντα μὲν αὐτὸν ἀφείλετο, τοὺς δὲ Τυρίων φρουροὺς φιλανθρώπως ἀπέλυσεν ἔστιν οἷς καὶ δωρεὰς δοὺς διὰ τὸ πρὸς τὴν πόλιν εὔνουν. [299] ταῦτα διαπραξάμενος ὑπήντησεν Ἀντιγόνῳ καὶ μάχην αὐτῷ συνάψας νικᾷ καὶ ὅσον οὔπω τῶν ἄκρων ἐπιβάντα τῆς Ἰουδαίας ἐξέωσεν. εἰς Ἱεροσόλυμα δὲ παραγενόμενον στεφάνοις ἀνέδουν Ὑρκανός τε καὶ δῆμος. [300] ἐγεγάμβρευτο δ᾽ ἤδη καθ᾽ ὁμολογίαν τῷ Ὑρκανοῦ γένει καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προειστήκει μέλλων ἄγεσθαι τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, Ὑρκανοῦ δὲ θυγατριδῆν, ἐξ ἧς πατὴρ μὲν γίνεται τριῶν ἀρρένων, δύο δὲ θηλειῶν. ἦκτο δὲ πρότερον καὶ γυναῖκα δημότιν Δῶριν ὄνομα ἐκ τοῦ ἔθνους, ἐξ ἧς αὐτῷ πρεσβύτατος γίνεται Ἀντίπατρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: