previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[342]

Ὤιχοντο δ᾽ οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν αὐτούς. γενομένοις δ᾽ ἐν τῇ Γαλιλαίᾳ μεθ᾽ ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων ὑφεστῶτες. [343] καὶ Βαζαφράνης τὸ μὲν πρῶτον αὐτοὺς ὑποδέχεται προθύμως καὶ δῶρα δίδωσιν, ἔπειτα ἐπεβούλευεν. πλησίον δὲ μετὰ ἱππέων ὑπὲρ θαλάττης οἱ περὶ Φασάηλον κατάγονται καὶ ἐνταῦθ᾽ ἀκούσαντες, ὡς Ἀντίγονος ὑπόσχοιτο χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας τοῖς Πάρθοις κατ᾽ αὐτῶν, δι᾽ ὑποψίας εἶχον ἤδη τοὺς βαρβάρους. [344] οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης, καὶ συνελήφθησαν ἄν, εἰ μὴ περιέμενον ἕως ἂν οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν, μὴ προανῃρημένων τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι. καὶ ἦν ταῦθ᾽ οὕτως ἔχοντα καὶ οἱ φύλακες αὐτῶν ἑωρῶντο. [345] Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο: ἐγγὺς γὰρ ἦν θάλασσα. [346] δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ: προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν: χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρ᾽ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας. [347] δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς Πάκορον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: