previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[451]

Παρῆσαν δ᾽ ἄγγελοι τῶν πεπραγμένων πρὸς τὸν βασιλέα καὶ ἐν Δάφνῃ τῆς Ἀντιοχείας ἐδήλωσαν αὐτῷ τὴν κατὰ τὸν ἀδελφὸν τύχην, προσδεχομένῳ μέντοι καὶ αὐτῷ διά τινας ὀνείρων ὄψεις τρανῶς προφαινούσας τὸν τοῦ ἀδελφοῦ θάνατον. [452] ἐπειχθεὶς οὖν κατὰ τὴν πορείαν ὡς κατὰ Λίβανον τὸ ὄρος γίνεται, ὀκτακοσίους μὲν τῶν αὐτόθι προσλαμβάνει, ἔχων δὲ καὶ Ῥωμαϊκὸν ἓν τάγμα εἰς Πτολεμαΐδα παραγίνεται, κἀκεῖθεν νυκτὸς ἀναστὰς μετὰ τοῦ στρατοῦ προῄει διὰ τῆς Γαλιλαίας. [453] ὑπήντων δ᾽ οἱ πολέμιοι καὶ κρατηθέντες τῇ μάχῃ κατεκλείσθησαν εἰς χωρίον, ὅθεν ἦσαν ὡρμηκότες τῇ προτεραίᾳ: προσβολὰς δὴ τοὐντεῦθεν ἕωθεν ἐποιεῖτο, καὶ πολλοῦ χειμῶνος καταρραγέντος οὐδὲν ποιεῖν δυνάμενος ἀπάγει τὴν στρατιὰν εἰς τὰς πλησίον κώμας. ἐλθόντος δ᾽ αὐτῷ παρ᾽ Ἀντωνίου καὶ δευτέρου τάγματος οἱ τὸ χωρίον ἔχοντες φοβηθέντες νυκτὸς ἐξέλιπον αὐτό. [454] καὶ βασιλεὺς ἔσπευδεν ἐπὶ Ἱεριχοῦντος τιμωρήσασθαι κατὰ νοῦν ἔχων αὐτοὺς ὑπὲρ τἀδελφοῦ. ἐπεὶ δὲ κατέζευξεν, εἱστία μὲν τοὺς ἐν τέλει, μετὰ δὲ τὴν συνουσίαν παρῆλθεν εἰς τὸ δωμάτιον ἀπολύσας τοὺς παρόντας. [455] ἐνταῦθα ἴδοι τις ἂν τοῦ βασιλέως τὴν ἐκ τοῦ θεοῦ εὔνοιαν: πίπτει μὲν γὰρ στέγη τοῦ οἰκήματος, οὐδένα δὲ ἀπολαβοῦσα διέφθειρεν, ὥστε πάντας πιστεῦσαι τὸν Ἡρώδην εἶναι θεοφιλῆ, μέγαν οὕτω καὶ παράδοξον διαφυγόντα κίνδυνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: