previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[456]

Τῇ δ᾽ ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπ᾽ ἄκρων κατιόντες τῶν ὀρῶν εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν λαπάραν ἔβαλεν. [457] Ἀντίγονος δ᾽ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. ἀλλ᾽ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο: Ἡρώδης δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον: [458] ἐστρατοπεδεύσατο δ᾽ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων. [459] πεπληρωμένων δὲ τῶν οἰκήσεων ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων. [460] τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπ᾽ ἀλλήλοις ἀνῄρουν: καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπ᾽ ἀλλήλοις κειμένων. [461] τοῦτο τὸ ἔργον μάλιστα τὰ φρονήματα τῶν πολεμίων ἔκλασεν καραδοκούντων τὸ μέλλον: ἑωρῶντο γὰρ παμπληθεῖς πόρρωθεν συγγενόμενοι περὶ τὴν κώμην: οἳ τότε ἔφευγον, καὶ εἰ μὴ χειμὼν ἐπέσχεν βαθύς, ἧκεν ἂν καὶ ἐπὶ Ἱεροσόλυμα βασιλέως στρατιὰ θαρροῦσα τῷ νενικηκέναι, καὶ τὸ πᾶν ἦν ἂν εἰργασμένη: καὶ γὰρ Ἀντίγονος ἤδη τὴν παντελῆ φυγὴν ἐσκόπει καὶ ἀπανάστασιν ἐκ τῆς πόλεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: