previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[399]

Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προϊόντος Ἀντίγονος τῶν παρόδων τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ τούτου τοὺς πολεμίους μικρὰ παντάπασιν ἔβλαπτεν. [400] Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα, συνῆπτε δ᾽ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες. [401] στρατοπεδευσαμένου δὲ κατὰ τὸ πρὸς δύσιν τῆς πόλεως κλίμα οἱ κατὰ τοῦτο τεταγμένοι φύλακες ἠκόντιζόν τε καὶ ἐτόξευον εἰς αὐτούς, [402] ἐνίων δὲ καὶ κατὰ στῖφος ἐξιόντων καὶ τοῖς προτεταγμένοις εἰς χεῖρας ἐρχομένων, Ἡρώδης τὸ μὲν πρῶτον ἐκέλευσεν κηρύσσειν περὶ τὸ τεῖχος, ὡς ἐπ᾽ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοῖς φανεροῖς τῶν ἐχθρῶν μνησικακήσων, ἀλλὰ παρέξων καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν τῶν εἰς αὐτὸν ἁμαρτημάτων. [403] τοῦ δὲ Ἀντιγόνου πρὸς τὰ ὑπὸ τοῦ Ἡρώδου κηρυχθέντα λέγοντος πρός τε Σίλωνα καὶ τὸ τῶν Ῥωμαίων στράτευμα, ὡς παρὰ τὴν αὐτῶν δικαιοσύνην Ἡρώδῃ δώσουσιν τὴν βασιλείαν ἰδιώτῃ τε ὄντι καὶ Ἰδουμαίῳ, τουτέστιν ἡμιιουδαίῳ, δέον τοῖς ἐκ τοῦ γένους οὖσι παρέχειν ὡς ἔθος ἐστὶν αὐτοῖς. [404] καὶ γὰρ εἰ νυνὶ πρὸς αὐτὸν ἔχουσιν χαλεπῶς καὶ τὴν βασιλείαν ὡς λαβόντα παρὰ Πάρθων ἀφελέσθαι διεγνώκασιν, εἶναί γε πολλοὺς ἐκ τοῦ γένους αὐτοῦ τοὺς ληψομένους κατὰ τὸν νόμον τὴν βασιλείαν, οἳ μηδὲν ἐξημαρτηκότες αὐτοὶ πρὸς Ῥωμαίους καὶ ἱερεῖς ὄντες οὐκ ἂν εἰκότα πάσχοιεν τῆς τιμῆς στερόμενοι. [405] ταῦτα πρὸς ἀλλήλους αὐτῶν λεγόντων καὶ προελθόντων εἰς βλασφημίας Ἀντίγονος ἀμύνασθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς ἰδίοις. οἱ δὲ τοξεύοντες καὶ πολλῇ προθυμίᾳ κατ᾽ αὐτῶν χρώμενοι ῥᾳδίως αὐτοὺς ἀπὸ τῶν πύργων ἐτρέψαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: