previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[37]

Μετ᾽ οὐ πολὺ δὲ ἧκον πάλιν πρέσβεις πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, Νικόδημος δὲ ὑπὲρ Ἀριστοβούλου, ὃς δὴ καὶ κατηγόρει τῶν λαβόντων χρήματα Γαβινίου μὲν πρότερον Σκαύρου δὲ ὕστερον, τοῦ μὲν τριακόσια τοῦ δὲ τετρακόσια τάλαντα, πρὸς τοῖς ἄλλοις καὶ τούτους ἐχθροὺς αὐτῷ κατασκευάζων. [38] κελεύσας δὲ ἥκειν τοὺς διαμφισβητοῦντας ἐνισταμένου τοῦ ἔαρος ἀναλαβὼν τὴν δύναμιν ἐκ τῶν χειμαδίων ὥρμησεν ἐπὶ τῆς Δαμασκηνῆς. καὶ τήν τε ἄκραν ἐν παρόδῳ τὴν ἐν Ἀπαμείᾳ κατέσκαψεν, ἣν Κυζικηνὸς ἐτείχισεν Ἀντίοχος, [39] καὶ τὴν Πτολεμαίου τοῦ Μενναίου χώραν κατενόησεν, ἀνδρὸς πονηροῦ καὶ οὐδὲν ἐλάσσονος Διονυσίου τοῦ Τριπολίτου τοῦ πελεκισθέντος, ᾧπερ καὶ κηδεύων ἐτύγχανεν, χιλίοις μέντοι ταλάντοις ἐξωνησαμένου τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν, οἷς Πομπήιος τοὺς στρατιώτας ἐμισθοδότησεν. [40] ἐξεῖλεν δὲ καὶ Λυσιάδα χωρίον, οὗ τύραννος ἦν Σίλας Ἰουδαῖος. διελθὼν δὲ τὰς πόλεις τήν τε Ἡλιούπολιν καὶ τὴν Χαλκίδα καὶ τὸ διεῖργον ὄρος ὑπερβαλὼν τὴν κοίλην προσαγορευομένην Συρίαν ἀπὸ τῆς ἄλλης εἰς Δαμασκὸν ἧκεν. [41] ἔνθα δὴ καὶ τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς καὶ Ἀριστόβουλος καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι: πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρ᾽ αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως καὶ δοῦλον γένοιτο. [42] Ὑρκανὸς δὲ κατηγόρει, ὅτι πρεσβύτερος ὢν ἀφαιρεθείη τὸ πρεσβεῖον ὑπὸ Ἀριστοβούλου καὶ μικρὸν ἔχοι μέρος τῆς χώρας ὑφ᾽ αὑτῷ, τὴν δὲ ἄλλην βίᾳ λαβὼν Ἀριστόβουλος: [43] τάς τε καταδρομὰς τὰς ἐπὶ τοὺς ὁμόρους καὶ τὰ πειρατήρια τὰ ἐν τῇ θαλάττῃ τοῦτον εἶναι τὸν συστήσαντα διέβαλεν, οὐκ ἂν οὐδ᾽ ἀποστῆναι λέγων τὸ ἔθνος αὐτοῦ, εἰ μὴ βίαιός τις καὶ ταραχώδης ὑπῆρχεν. συνηγόρουν δὲ αὐτῷ ταῦτα λέγοντι πλείους χίλιοι τῶν δοκιμωτάτων Ἰουδαίων Ἀντιπάτρου παρασκευάσαντος. [44] δὲ τοῦ μὲν ἐκπεσεῖν αὐτὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν ᾐτιᾶτο ἄπρακτον οὖσαν καὶ διὰ τοῦτ᾽ εὐκαταφρόνητον, αὐτὸν δ᾽ ἔλεγεν φόβῳ τοῦ μὴ πρὸς ἄλλους μεταστῆναι τὴν ἀρχὴν ἐν ἀνάγκης αὐτὴν ὑπελθεῖν, προσαγορεύεσθαι δὲ αὐτὸν τοῦτο ὅπερ καὶ Ἀλέξανδρον τὸν πατέρα. [45] καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλ᾽ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: