previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64]

δὴ καὶ Ῥωμαῖοι συνιδόντες κατ᾽ ἐκείνας τὰς ἡμέρας, δὴ σάββατα καλοῦμεν, οὔτ᾽ ἔβαλλον τοὺς Ἰουδαίους οὔτε εἰς χεῖρας αὐτοῖς ὑπήντων, χοῦν δὲ καὶ πύργους ἀνίστασαν καὶ τὰ μηχανήματα προσῆγον, ὥστ᾽ αὐτοῖς εἰς τὴν ἐπιοῦσαν ἐνεργὰ ταῦτ᾽ εἶναι. [65] μάθοι δ᾽ ἄν τις ἐντεῦθεν τὴν ὑπερβολὴν ἧς ἔχομεν περὶ τὸν θεὸν εὐσεβείας καὶ τὴν φυλακὴν τῶν νόμων, μηδὲν ὑπὸ τῆς πολιορκίας διὰ φόβον ἐμποδιζομένων πρὸς τὰς ἱερουργίας, ἀλλὰ δὶς τῆς ἡμέρας πρωΐ τε καὶ περὶ ἐνάτην ὥραν ἱερουργούντων ἐπὶ τοῦ βωμοῦ, καὶ μηδὲ εἴ τι περὶ τὰς προσβολὰς δύσκολον εἴη τὰς θυσίας παυόντων. [66] καὶ γὰρ ἁλούσης τῆς πόλεως περὶ τρίτον μῆνα τῇ τῆς νηστείας ἡμέρᾳ κατὰ ἐνάτην καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα ὑπατευόντων Γαΐου Ἀντωνίου καὶ Μάρκου Τυλλίου Κικέρωνος οἱ πολέμιοι μὲν εἰσπεσόντες ἔσφαττον τοὺς ἐν τῷ ἱερῷ, [67] οἱ δὲ πρὸς ταῖς θυσίαις οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν, οὔτε ὑπὸ τοῦ φόβου τοῦ περὶ τῆς ψυχῆς οὔθ᾽ ὑπὸ τοῦ πλήθους τῶν ἤδη φονευομένων ἀναγκασθέντες ἀποδρᾶναι πᾶν θ᾽ τι δέοι παθεῖν τοῦτο παρ᾽ αὐτοῖς ὑπομεῖναι τοῖς βωμοῖς κρεῖττον εἶναι νομίζοντες παρελθεῖν τι τῶν νομίμων. [68] ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας ἐμφανίζων, ἀλλ᾽ ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήιον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς αὐτοῖς Τίτος Λίβιος τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεύς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: