previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[123]

Χρόνῳ δ᾽ ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατ᾽ αὐτὴν δυνατὸς ὤν. [124] Ἀριστόβουλος δ᾽ οὐκ ὤνατο τῶν ἐλπίδων, ἐφ᾽ αἷς ἔτυχε τῆς παρὰ Καίσαρος ἐξουσίας, ἀλλ᾽ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ διαφθείρουσιν, θάπτουσι δ᾽ αὐτὸν οἱ τὰ Καίσαρος θεραπεύοντες πράγματα, καὶ νεκρὸς ἔκειτο ἐν μέλιτι κεκηδευμένος ἐπὶ χρόνον πολὺν ἕως Ἀντώνιος αὐτὸν ὕστερον ἀποπέμψας εἰς τὴν Ἰουδαίαν ἐν ταῖς βασιλικαῖς θήκαις ἐποίησεν τεθῆναι. [125] Σκιπίων δ᾽ ἐπιστείλαντος αὐτῷ Πομπηίου ἀποκτεῖναι Ἀλέξανδρον τὸν Ἀριστοβούλου αἰτιασάμενος τὸν νεανίσκον ἐπὶ τοῖς τὸ πρῶτον εἰς Ῥωμαίους ἐξημαρτημένοις τῷ πελέκει διεχρήσατο. καὶ μὲν οὕτως ἐν Ἀντιοχείᾳ τελευτᾷ. [126] τοὺς δ᾽ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος Μενναίου παρέλαβεν δυναστεύων Χαλκίδος τῆς ὑπὸ τῷ Λιβάνῳ ὄρει, καὶ πέμψας τὸν υἱὸν Φιλιππίωνα εἰς Ἀσκάλωνα παρὰ τὴν Ἀριστοβούλου γυναῖκα ἐκέλευσεν αὐτῇ συναποστέλλειν τὸν υἱὸν Ἀντίγονον καὶ τὰς θυγατέρας, ὧν τῆς ἑτέρας ἐρασθεὶς Ἀλεξάνδρας Φιλιππίων ἄγεται γυναῖκα. μετὰ δὲ ταῦτα ἀνελὼν αὐτὸν πατὴρ Πτολεμαῖος γαμεῖ τε τὴν Ἀλεξάνδραν καὶ τῶν ἀδελφῶν αὐτῆς πρόνοιαν ποιούμενος διετέλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: