previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[133]

Ἐπεὶ δὲ τὸ καλούμενον Δέλτα ἤδη περιεληλύθει, συμβάλλει τοῖς πολεμίοις περὶ τὸ καλούμενον Ἰουδαίων στρατόπεδον. εἶχε δὲ τὸ μὲν δεξιὸν κέρας Μιθριδάτης, τὸ δ᾽ εὐώνυμον Ἀντίπατρος. [134] συμπεσόντων δὲ εἰς μάχην κλίνεται τὸ τοῦ Μιθριδάτου κέρας καὶ παθεῖν ἂν ἐκινδύνευσεν τὰ δεινότατα, εἰ μὴ παρὰ τὴν ᾐόνα τοῦ ποταμοῦ σὺν τοῖς οἰκείοις στρατιώταις Ἀντίπατρος παραθέων νενικηκὼς ἤδη τοὺς πολεμίους τὸν μὲν ῥύεται, προτρέπει δ᾽ εἰς φυγὴν τοὺς νενικηκότας Αἰγυπτίους. [135] αἱρεῖ δ᾽ αὐτῶν καὶ τὸ στρατόπεδον ἐπιμείνας τῇ διώξει, τόν τε Μιθριδάτην ἐκάλει πλεῖστον ἐν τῇ τροπῇ διασχόντα. ἔπεσον δὲ τῶν μὲν περὶ τοῦτον ὀκτακόσιοι, τῶν δ᾽ Ἀντιπάτρου πεντήκοντα. [136] Μιθριδάτης δὲ περὶ τούτων ἐπιστέλλει Καίσαρι τῆς τε νίκης αὐτοῖς ἅμα καὶ τῆς σωτηρίας αἴτιον τὸν Ἀντίπατρον ἀποφαίνων, ὥστε τὸν Καίσαρα τότε μὲν ἐπαινεῖν αὐτόν, κεχρῆσθαι δὲ παρὰ πάντα τὸν πόλεμον εἰς τὰ κινδυνωδέστατα τῷ Ἀντιπάτρῳ: καὶ δὴ καὶ τρωθῆναι συνέβη παρὰ τοὺς ἀγῶνας αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: