previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[177]

Ὑρκανὸς δὲ ὁρῶν ὡρμημένους πρὸς τὴν ἀναίρεσιν τὴν Ἡρώδου τοὺς ἐν τῷ συνεδρίῳ τὴν δίκην εἰς ἄλλην ἡμέραν ἀνεβάλετο, καὶ πέμψας κρύφα πρὸς Ἡρώδην συνεβούλευσεν αὐτῷ φυγεῖν ἐκ τῆς πόλεως: οὕτω γὰρ τὸν κίνδυνον διαφεύξεσθαι. [178] καὶ μὲν ἀνεχώρησεν εἰς Δαμασκὸν ὡς φεύγων τὸν βασιλέα, καὶ παραγενόμενος πρὸς Σέξτον Καίσαρα καὶ τὰ κατ᾽ αὐτὸν ἀσφαλισάμενος οὕτως εἶχεν, ὡς εἰ καλοῖτο πάλιν εἰς τὸ συνέδριον ἐπὶ δίκην οὐχ ὑπακουσόμενος. [179] ἠγανάκτουν δὲ οἱ ἐν τῷ συνεδρίῳ καὶ τὸν Ὑρκανὸν ἐπειρῶντο διδάσκειν, ὅτι ταῦτα πάντα εἴη κατ᾽ αὐτοῦ. τὸν δ᾽ οὐκ ἐλάνθανε μέν, πράττειν δ᾽ οὐδὲν εἶχεν ὑπὸ ἀνανδρίας καὶ ἀνοίας. [180] Σέξστου δὲ ποιήσαντος Ἡρώδην στρατηγὸν κοίλης Συρίας, χρημάτων γὰρ αὐτῷ τοῦτο ἀπέδοτο, Ὑρκανὸς ἦν ἐν φόβῳ, μὴ στρατεύσηται Ἡρώδης ἐπ᾽ αὐτόν. οὐ πολὺ δὲ τοῦ δέους ἐβράδυνεν, ἀλλ᾽ ἧκεν ἄγων ἐπ᾽ αὐτὸν Ἡρώδης στρατιὰν ὀργιζόμενος τῆς δίκης αὐτῷ καὶ τοῦ κληθῆναι πρὸς τὸ λόγον ὑποσχεῖν ἐν τῷ συνεδρίῳ. [181] διεκώλυσαν δ᾽ αὐτὸν προσβαλεῖν τοῖς Ἱεροσολύμοις ὑπαντήσαντες τε πατὴρ Ἀντίπατρος καὶ ἀδελφός, καὶ τὴν ὁρμὴν αὐτοῦ καταπαύσαντες καὶ παρακαλέσαντες ἔργῳ μὲν ἐγχειρεῖν μηδενί, καταπληξάμενον δὲ ἀπειλῇ μόνον μὴ χωρῆσαι περαιτέρω κατὰ τοῦ παρασχόντος αὐτῷ εἰς τοῦτο παρελθεῖν τὸ ἀξίωμα. [182] ἠξίουν τε περὶ τοῦ κληθέντα ἐπὶ δίκην ἐλθεῖν ἀγανακτοῦντα μεμνῆσθαι καὶ τῆς ἀφέσεως καὶ χάριν αὐτῆς εἰδέναι καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπότερον ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχαριστεῖν: [183] λογίζεσθαι δ᾽ ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ δι᾽ αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν δυσκόλου τινὸς παρεσχημένῳ. [184] πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: