previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[323]

Τελεσθέντος δ᾽ αὐτῷ τοῦ γάμου προσκατεσκευάσατο φρούριον ἐπὶ τῶν τόπων, ἐν οἷς ἐνίκα Ἰουδαίους, ὅτε τῆς ἀρχῆς ἐκπεσόντος Ἀντίγονος ἐπὶ τῶν πραγμάτων ἦν. [324] τοῦτο δὲ τὸ φρούριον ἀπέχει μὲν Ἱεροσολύμων περὶ ἑξήκοντα σταδίους, φύσει δὲ ἐχυρὸν καὶ πρὸς κατασκευὴν ἐπιτηδειότατόν ἐστιν * ἐγγὺς ἐπιεικῶς κολωνὸς εἰς ὕψος ἀνιὼν χειροποίητον, ὡς εἶναι μαστοειδὴς τὴν περιφοράν, διείληπται δὲ κυκλοτερέσι πύργοις ὀρθίαν ἔχων ἄνοδον ξεσταῖς βαθμίσιν ἐξῳκοδομημένην εἰς διακοσίους. ἐντὸς δ᾽ αὐτοῦ καταγωγαὶ βασίλειοι πολυτελεῖς εἰς ἀσφάλειαν ὁμοῦ καὶ κόσμον πεποιημέναι: [325] περὶ δὲ τὴν βάσιν τοῦ λόφου διατριβαὶ κατασκευῆς ἀξιοθεάτου τά τε ἄλλα καὶ τῆς εἰσαγωγῆς τῶν ὑδάτων, οὐ γὰρ οὗτος τόπος ἔσχηκεν, ἐκ μακροῦ καὶ διὰ πλειόνων ἀναλωμάτων πεποιημένης. τὰ δ᾽ ἐπίπεδα περιῳκοδόμηται πόλις οὐδεμιᾶς ἐλάσσων τὸν λόφον ἀκρόπολιν ἔχουσα τῆς ἄλλης οἰκήσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: