previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[247]

Διατρίβουσα δὲ ἐν τοῖς Ἱεροσολύμοις Ἀλεξάνδρα καὶ πυνθανομένη τὰ κατ᾽ αὐτὸν ἐσπουδάκει τῶν περὶ τὴν πόλιν φρουρίων ἐγκρατὴς γενέσθαι. [248] δύο δ᾽ ἦν, ἓν μὲν αὐτῆς τῆς πόλεως, ἕτερον δὲ τοῦ ἱεροῦ, καὶ τούτων οἱ κρατοῦντες ὑποχείριον τὸ πᾶν ἔθνος ἐσχήκασιν: τὰς μὲν γὰρ θυσίας οὐκ ἄνευ τούτων οἷόν τε γενέσθαι, τὸ δὲ μὴ ταύτας συντελεῖν οὐδενὶ Ἰουδαίων δυνατὸν τοῦ ζῆν ἑτοιμότερον ἂν παραχωρησάντων τῆς θρησκείας, ἣν εἰς τὸν θεὸν εἰώθασιν συντελεῖν. [249] τοῖς οὖν ἐπὶ τούτων τῶν φυλακτηρίων Ἀλεξάνδρα προσήνεγκεν τοὺς λόγους, ὡς δέον αὐτῇ καὶ τοῖς ἐξ Ἡρώδου παιδίοις παραδοῦναι, μὴ καὶ φθῇ τις ἐκείνου μεταλλάξαντος ἕτερος ἀντιλαμβάνεσθαι τῶν πραγμάτων: ῥωσθέντι μὲν γὰρ οὐδεὶς ἀσφαλέστερον τῶν οἰκειοτάτων διατηρήσει. [250] τούτους τοὺς λόγους αὐτῆς οὐκ ἐπιεικῶς ἤνεγκαν, ἀλλὰ πιστοὶ καὶ τὸν ἔμπροσθεν χρόνον ὄντες ἔτι μᾶλλον ἐν τῷ τότε διέμειναν μίσει τε τῆς Ἀλεξάνδρας καὶ τῷ μηδ᾽ ὅσιον ὑπολαμβάνειν ζῶντα τὸν Ἡρώδην ἀπεγνωκέναι: φίλοι γὰρ ἄνωθεν ἦσαν, εἷς δ᾽ αὐτῶν καὶ ἀνεψιὸς τοῦ βασιλέως Ἀχίαβος. [251] εὐθὺς οὖν ἐξήγγειλαν πέμψαντες ἐκείνῳ τὴν γνώμην τῆς Ἀλεξάνδρας. δὲ τὴν μὲν οὐδὲν ἀναβαλλόμενος ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις καὶ σὺν κακοπαθείᾳ διαφυγὼν τὴν νόσον χαλεπὸς ἦν ψυχῇ καὶ σώματι κεκακωμένος ὁμοῦ πρὸς τὸ δυσάρεστον καὶ πάσαις ταῖς αἰτίαις ἑτοιμοτέρως εἰς τιμωρίαν τῶν ὑποπεσόντων ἐχρῆτο. [252] φονεύει δὲ καὶ τοὺς ἀναγκαιοτάτους αὐτῷ φίλους Κοστόβαρον καὶ Λυσίμαχον καὶ τὸν Γαδία καλούμενον Ἀντίπατρον ἔτι δὲ Δοσίθεον ἐξ αἰτίας τοιαύτης:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: