previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[253]

Κοστόβαρος ἦν γένει μὲν Ἰδουμαῖος, ἀξιώματος τῶν πρώτων παρ᾽ αὐτοῖς καὶ προγόνων ἱερατευσάντων τῷ Κωζαι: θεὸν δὲ τοῦτον Ἰδουμαῖοι νομίζουσιν. [254] Ὑρκανοῦ δὲ τὴν πολιτείαν αὐτῶν εἰς τὰ Ἰουδαίων ἔθη καὶ νόμιμα μεταστήσαντος Ἡρώδης παραλαβὼν τὴν βασιλείαν ἄρχοντα τῆς Ἰδουμαίας καὶ Γάζης ἀποδείκνυσιν τὸν Κοστόβαρον καὶ δίδωσιν αὐτῷ τὴν ἀδελφὴν Σαλώμην Ἰώσηπον ἀνελὼν τὸν εἰληφότα πρότερον αὐτήν, ὡς ἐδηλώσαμεν. [255] Κοστόβαρος δὲ τούτων τυχὼν ἀσμένως καὶ παρὰ δόξαν ἤρθη μᾶλλον ὑπὸ τῆς εὐτυχίας καὶ κατὰ μικρὸν ἐξέβαινεν, οὔθ᾽ αὑτῷ καλὸν ἡγούμενος ἄρχοντος Ἡρώδου τὸ προσταττόμενον ποιεῖν οὔτε τοῖς Ἰδουμαίοις τὰ Ἰουδαίων μεταλαβοῦσιν ὑπ᾽ ἐκείνοις εἶναι. [256] καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτ᾽ εἶναι δίκαιον αἰτεῖσθαι παρ᾽ Ἀντωνίου τὴν χώραν: αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην. [257] ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατ᾽ αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν: ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει. [258] Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: