previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[292]

Ἐξωχυρωμένης οὖν αὐτῷ τῆς πόλεως μὲν ὑπὸ τῆς αὐλῆς, ἐν διῃτᾶτο, τοῦ δὲ ἱεροῦ τῇ περὶ τὸ φρούριον ὀχυρότητι τὸ καλούμενον Ἀντωνίαν κατασκευασθὲν δι᾽ αὐτοῦ, τρίτον παντὶ τῷ λαῷ τὴν Σαμάρειαν ἐνόησεν ἐπιτείχισμα, καλέσας μὲν αὐτὴν Σεβαστήν, [293] οἰόμενος δὲ κατὰ τῆς χώρας οὐδὲν ἔλαττον ἰσχυροποιεῖν τὸν τόπον, ἀπέχοντα μὲν Ἱεροσολύμων μιᾶς ὁδὸν ἡμέρας, εὔχρηστον δ᾽ ὄντα καὶ κοινὸν ἐπί τε τοῖς ἐν τῇ πόλει καὶ τῇ χώρᾳ γενησόμενον. τῷ δὲ ἔθνει παντὶ φρούριον ἐνῳκοδόμησεν τὸ πάλαι μὲν καλούμενον Στράτωνος πύργον, Καισάρειαν δ᾽ ὑπ᾽ αὐτοῦ προσαγορευθέν. [294] ἔν τε τῷ μεγάλῳ πεδίῳ τῶν ἐπιλέκτων ἱππέων περὶ αὐτὸν ἀποκληρώσας χωρίον συνέκτισεν ἐπί τε τῇ Γαλιλαίᾳ Γάβα καλούμενον καὶ τῇ Περαίᾳ τὴν Ἐσεβωνῖτιν. [295] ταῦτα μὲν οὖν ἐν τοῖς κατὰ μέρος αἰεί τι πρὸς ἀσφάλειαν ἐπεξευρίσκων καὶ διαλαμβάνων φυλακαῖς τὸ πᾶν ἔθνος, ὡς ἥκιστα μὲν ἀπ᾽ ἐξουσίας εἰς ταραχὰς προπίπτειν, αἷς καὶ μικροῦ κινήματος ἐγγενομένου συνεχὲς ἐχρῶντο, λανθάνειν δὲ μηδ᾽ εἰ παρακινοῖεν ἐφεστηκότων αἰεί τινων πλησίον, οἳ καὶ γινώσκειν καὶ κωλύειν ἐδύναντο. [296] τότε δὲ τὴν Σαμάρειαν ὡρμημένος τειχίζειν πολλοὺς μὲν τῶν συμμαχησάντων αὐτῷ κατὰ τοὺς πολέμους, πολλοὺς δὲ τῶν ὁμόρων συμπολίζειν ἐπετήδευεν, ὑπό τε φιλοτιμίας τοῦ νέον ἐγείρειν καὶ δι᾽ αὐτοῦ πρότερον οὐκ ἐν ταῖς ἐπισήμοις οὖσαν, καὶ μᾶλλον ὅτι πρὸς ἀσφάλειαν αὐτῷ τὸ φιλότιμον ἐπετηδεύετο, τήν τε προσηγορίαν ὑπήλλαττε Σεβαστὴν καλῶν καὶ τῆς χώρας ἀρίστην οὖσαν τὴν πλησίον κατεμέριζεν τοῖς οἰκήτορσιν, ὡς εὐθὺς ἐν εὐδαιμονίᾳ συνιόντας οἰκεῖν, [297] καὶ τείχει καρτερῷ τὴν πόλιν περιέβαλεν τό τε τοῦ χωρίου πρόσαντες εἰς ἐρυμνότητα κατασκευαζόμενος καὶ μέγεθος οὐχ ὡς τὸ πρῶτον ἀλλ᾽ ὥστε μηδὲν ἀποδεῖν τῶν ἐλλογιμωτάτων πόλεων περιλαμβάνων: στάδιοι γὰρ ἦσαν εἴκοσιν. [298] ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: