previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[326]

Πάντων δ᾽ αὐτῷ προκεχωρηκότων εἰς δέον ὧν ἠλπίκει τὰς μὲν ἐν αὐτῇ τῇ βασιλείᾳ ταραχὰς οὐδ᾽ ὁπωσοῦν δι᾽ ὑποψίας εἶχεν ἑκατέρωθεν ὑπηκόους παραστησάμενος, φόβῳ μὲν ὧν ἀπαραίτητος εἰς τὰς τιμωρίας, τὴν ἐπιμέλειαν δὲ ὧν μεγαλόψυχος ἐν ταῖς περιπετείαις εὑρίσκετο. [327] περιεβάλλετο δὲ τὴν ἔξωθεν ἀσφάλειαν ὥσπερ ἐπιτείχισμα καὶ τοῦτο τοῖς ἀρχομένοις ποιούμενος: πόλεσίν τε γὰρ ὡμίλει δεξιῶς καὶ φιλανθρώπως καὶ τοὺς δυνάστας ἐθεράπευεν εὐκαιρίαις ὧν ἑκάστους ἐδωρεῖτο μείζους τὰς χάριτας ἐμποιῶν καὶ τὸ μεγαλόψυχον φύσει πρὸς τὴν βασιλείαν εὐπρεπὲς ἔχων, ὥστ᾽ αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι πρὸς τὸ πλεῖον ἀεὶ προχωρούντων. [328] ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς θεραπείας, ἣν ἐθεράπευεν Καίσαρα καὶ Ῥωμαίων τοὺς πλεῖστον δυναμένους, ἐκβαίνειν τῶν ἐθῶν ἠναγκάζετο καὶ πολλὰ τῶν νομίμων παραχαράττειν, πόλεις τε κτίζων ὑπὸ φιλοτιμίας καὶ ναοὺς ἐγείρων, οὐκ ἐν τῇ τῶν Ἰουδαίων, [329] οὐδὲ γὰρ ἂν ἠνέσχοντο τῶν τοιούτων ἀπηγορευμένων ἡμῖν ὡς ἀγάλματα καὶ τύπους μεμορφωμένους τιμᾶν πρὸς τὸν Ἑλληνικὸν τρόπον, τὴν δ᾽ ἔξω χώραν καὶ τὰ πέριξ οὕτως κατεσκευάζετο, [330] Ἰουδαίοις μὲν ἀπολογούμενος μὴ καθ᾽ αὑτὸν, ἀλλ᾽ ἐξ ἐντολῆς καὶ προσταγμάτων αὐτὰ ποιεῖν, Καίσαρι δὲ καὶ Ῥωμαίοις τὸ μηδὲ τῶν οἰκείων ἐθῶν ὅσον τῆς ἐκείνων τιμῆς ἐστοχάσθαι χαριζόμενος, αὐτὸς μέντοι τὸ σύμπαν αὐτοῦ στοχαζόμενος καὶ φιλοτιμούμενος μείζω τὰ μνημεῖα τῆς ἀρχῆς τοῖς αὖθις ὑπολιπέσθαι. ὅθεν καὶ περὶ τὰς ἐπισκευὰς τῶν πόλεων ἐκεκίνητο καὶ πλείστας εἰς τοῦτο τὰς δαπάνας ἐποιεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: