previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[367]

Ταῦτα τοῦ βασιλέως εἰπόντος καὶ τῶν νεανίσκων οὐδὲ ἕως ἀπολογίας παρηγμένων συμφρονήσαντες οἱ κατὰ τὸ συνέδριον, ὡς ἐπιεικείας καὶ διαλλαγῶν χεῖρον ἔχοι, τὴν ἐξουσίαν ἐβεβαίουν αὐτῷ. [368] καὶ πρῶτον μὲν Σατορνῖνος ἀνὴρ ὑπατικὸς καὶ τῶν ἐπ᾽ ἀξιώματος ἀπεφήνατο γνώμην ἀηδεστάτῃ περιστάσει χρώμενος: ἔφη γὰρ καταδικάζειν μὲν τῶν Ἡρώδου παίδων, κτείνειν δ᾽ οὐκ οἴεσθαι δικαιοῦν αὐτὸς παῖδας ἔχων καὶ τοῦ πάθους μείζονος ὄντος, εἰ καὶ πάντα δι᾽ αὐτοὺς δεδυστύχηκεν. [369] μετ᾽ ἐκεῖνον οἱ Σατορνίνου παῖδες, εἵποντο γὰρ αὐτῷ πρεσβευταὶ τρεῖς ὄντες, τὴν αὐτὴν γνώμην ἀπεφήναντο, Οὐολόμνιος δὲ ἄντικρυς ἔφη κολάζειν θανάτῳ τοὺς οὕτως ἀσεβήσαντας εἰς τὸν πατέρα. τὰ δ᾽ αὐτὰ καὶ τῶν ἑξῆς οἱ πλείους, ὥστε καὶ μηκέτι ἄλλο τι δοκεῖν καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τοὺς νεανίσκους. [370]κἀκεῖθεν μὲν εὐθὺς Ἡρώδης ἧκεν ἄγων αὐτοὺς εἰς Τύρον, καὶ τοῦ τε Νικολάου πλεύσαντος ὡς αὐτὸν ἐκ τῆς Ῥώμης ἐπυνθάνετο προδιηγησάμενος τὰ ἐν Βηρυτῷ, ἥντιν᾽ ἔχοιεν γνώμην περὶ τῶν παίδων αὐτοῦ καὶ οἱ ἐν Ῥώμῃ αὐτοῦ φίλοι,’ [371] κἀκεῖνος εἶπεν, ὅτιδοκεῖ μὲν ἀσεβῆ εἶναι τὰ ἐκείνοις περὶ σὲ ἐγνωσμένα, χρῆναι μέντοι αὐτοὺς καθείρξαντα δεσμώτας φυλάττειν, [372] καὶ εἰ μὲν ἑτέρως σοι δοκοίη κολάζειν αὐτούς, μὴ φαίνοιο ὀργῇ τὸ πλεῖον γνώμῃ κεχρῆσθαι, εἰ δὲ τἀναντία ἀπολύειν, μὴ ἀνεπανόρθωτον εἴη σοι τὸ ἀτύχημα. ταῦτα δοκεῖ καὶ ἐν Ῥώμη τοῖς πλείστοις τῶν σῶν φίλων.’ καὶ ὃς σιωπήσας ἐν πολλῇ ἐγένετο συννοίᾳ κἀκεῖνον ἐκέλευσεν συμπλεῖν αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: