previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[73]

Ταῦτα προῄει μειζόνως καιρὸν ἐχούσης τῆς στάσεως ἐν ἀποδημίᾳ τοῦ βασιλέως. ὡς δ᾽ ἐπανῆλθεν Ἡρώδης καὶ τῷ πλήθει διελέξατο, καθὼς προειρήκαμεν, προσέπιπτον εὐθὺς οἱ λόγοι παρά τε τοῦ Φερώρα καὶ τῆς Σαλώμης μέγαν αὐτῷ τὸν κίνδυνον εἶναι τὸν παρὰ τῶν νεανίσκων ἀνάφανδα διαπειλουμένων, ὡς οὐκ ἀνέξονται μὴ τισάμενοι τῆς μητρὸς τὸν φόνον. [74] προσετίθεσαν δ᾽ ἔτι καὶ ὡς ταῖς παρ᾽ Ἀρχελάου τοῦ Καππάδοκος ἐλπίσιν ἐπανέχοιεν, ὡς δι᾽ ἐκείνου πρός τε Καίσαρα ἀφιξόμενοι καὶ κατηγορήσοντες τοῦ πατρός. [75] Ἡρώδης δὲ ἐτετάρακτο μὲν εὐθὺς ἀκούσας τοιούτων, ἐξεπέπληκτο δὲ μᾶλλον, ὅτι καὶ τῶν ἄλλων τινὲς ἀπήγγελλον, ἀνέκαμπτε τῇ συμφορᾷ τά τε πρῶτα καταλογιζόμενος ὡς οὔτε τῶν φιλτάτων οὔτε τῆς στεργομένης αὐτῷ γυναικὸς ὤνατο διὰ τὰς ἐγγινομένας ταραχὰς κατὰ τὴν οἰκίαν, τό τε μᾶλλον τοῦ προσπεπτωκότος ἤδη βαρὺ καὶ μεῖζον ἐκείνων ὑπολαμβάνων ἐν συγχύσει τῆς ψυχῆς ἦν. [76] τῷ γὰρ ὄντι πλεῖστα μὲν καὶ παρ᾽ ἐλπίδας τῶν ἔξωθεν εἰς εὐτυχίαν αὐτῷ τὸ δαιμόνιον προσετίθει, μέγιστα δὲ τῶν οἴκοι καὶ μηδὲ προσδοκώμενα δυστυχεῖν αὐτῷ συνέβαινεν, ἑκατέρου προϊόντος ὡς οὐκ ἄν τις ᾠήθη καὶ παρέχοντος ἀμφήριστον τὴν ὑπερβολήν, εἰ [77] δέον τὴν τοσαύτην εὐτυχίαν τῶν ἔξωθεν πραγμάτων ἀλλάξασθαι τῶν οἴκοι κακῶν, τοιοῦτο μέγεθος τῶν περὶ τοὺς οἰκείους συμφορῶν διαφυγεῖν ἐν τῷ μηδὲ τὰ τῆς βασιλείας θαυμαζόμενα κεκτῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: