previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[100]

Ταῦτα μὲν Ἡρώδης ἐμπαθῶς ᾐτιάσατο παρὰ Καίσαρι τοὺς αὐτοῦ παῖδας. τῶν δὲ νεανίσκων ἤδη μὲν καὶ λέγοντος δάκρυα καὶ σύγχυσις ἦν: μᾶλλον δ᾽ ἐπεὶ κατέπαυσεν Ἡρώδης τὸν λόγον τῷ μὲν ἔξω τῆς τοιαύτης ἀσεβείας γενέσθαι τὸν λόγον πιστὸν εἶχον ἐν τῷ συνειδότι, [101] τὸ δ᾽ ἐκ τοῦ πατρὸς ἐπιφέρεσθαι τὰς διαβολὰς δυσαπολόγητον ὥσπερ ἦν ᾔδεσαν, οὐκ εὐσχημονοῦντος οὐδὲ τοῦ κατὰ παρρησίαν λόγου πρὸς τὸν καιρόν, εἰ μέλλοιεν ἐκ βίας ἀεὶ καὶ κατὰ σπουδὴν ἐλέγχειν πεπλανημένον. [102] ἦν οὖν ἀπορία τοῦ δύνασθαι λέγειν καὶ δάκρυα καὶ τέλος οἰμωγὴ συμπαθεστέρα, δεδοικότων μέν, εἰ δόξουσιν ἐκ τοῦ συνειδότος ἠπορῆσθαι, ῥᾳδίαν δ᾽ οὐχ εὑρισκομένων τὴν ἀπολογίαν ὑπό τε νεότητος καὶ ταραχῆς, ἣν ἐπεπόνθεισαν. [103] οὐ μὴν γε Καῖσαρ ἐπιβλέπων αὐτοὺς ὡς εἶχον ἀσύνετον ἐποιεῖτο τὸ μὴ κατὰ συνείδησιν ἀτοπωτέραν, ἀλλ᾽ ἐξ ἀπειρίας καὶ μετριότητος ὀκνεῖν, ἐλεεινοί τ᾽ ἐγεγόνεισαν τοῖς παροῦσιν ἰδίᾳ καὶ τὸν πατέρα διεκίνησαν ἀληθινῷ τῷ πάθει συνεχόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: