previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[136]

Περὶ δὲ τὸν χρόνον τοῦτον συντέλειαν ἔλαβεν Καισάρεια Σεβαστή, ἣν ᾠκοδόμει δεκάτῳ μὲν ἔτει πρὸς τέλος ἐλθούσης αὐτῷ τῆς ὅλης κατασκευῆς, ἐκπεσούσης δὲ τῆς προθεσμίας εἰς ὄγδοον καὶ εἰκοστὸν ἔτος τῆς ἀρχῆς ἐπ᾽ ὀλυμπιάδος δευτέρας καὶ ἐνενηκοστῆς πρὸς ταῖς ἑκατόν. [137] ἦν οὖν εὐθὺς ἐν καθιερώσει μείζονες ἑορταὶ καὶ παρασκευαὶ πολυτελέσταται: κατηγγέλκει μὲν γὰρ ἀγῶνα μουσικῆς καὶ γυμνικῶν ἀθλημάτων, παρεσκευάκει δὲ πολὺ πλῆθος μονομάχων καὶ θηρίων ἵππων τε δρόμον καὶ τὰ πολυτελέστερα τῶν ἔν τε τῇ Ῥώμῃ καὶ παρ᾽ ἄλλοις τισὶν ἐπιτηδευμάτων. [138] ἀνετίθει δὲ καὶ τοῦτον τὸν ἀγῶνα Καίσαρι κατὰ πενταετηρίδα παρεσκευασμένος ἄγειν αὐτόν: δ᾽ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν. [139] ἰδίᾳ δὲ καὶ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντων πεντακοσίων. [140] συνελθόντος δ᾽ εἰς τὴν πόλιν ὄχλου πλείονος κατὰ θεωρίαν καὶ πρεσβείας, ἃς ἔπεμπον οἱ δῆμοι δι᾽ ἃς ἐπεπόνθεισαν εὐεργεσίας, ἅπαντας ἐξεδέξατο καὶ καταγωγαῖς καὶ τραπέζαις καὶ διηνεκέσιν ἑορταῖς, τῆς πανηγύρεως ἐν μὲν ταῖς ἡμέραις ἐχούσης τὰς ἀπὸ τῶν θεαμάτων ψυχαγωγίας, ἐν δὲ ταῖς νυξὶ τὰς εὐφροσύνας καὶ τὴν εἰς τοῦτο πολυτέλειαν, ὡς ἐπίσημον γενέσθαι τὴν μεγαλοψυχίαν αὐτοῦ: [141] εἰς πάντα γὰρ ἅπερ ἂν ἐπιτηδεύσειεν ἐφιλονείκει τὴν τῶν ἤδη γεγενημένων ἐπίδειξιν ὑπερβαλέσθαι, καί φασιν αὐτόν τε Καίσαρα καὶ Ἀγρίππαν πολλάκις εἰπεῖν, ὡς ἀποδέοι τὰ τῆς ἀρχῆς Ἡρώδῃ τῆς οὔσης ἐν αὐτῷ μεγαλοψυχίας: ἄξιον γὰρ εἶναι καὶ Συρίας ἁπάσης καὶ Αἰγύπτου τὴν βασιλείαν ἔχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: