previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[213]

Τοιαῦτα μὲν οὖν βασιλεύς. Φερώρας δ᾽ ἐπ᾽ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρ᾽ ἐκείνης εἶναι τοὺς λόγους. δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν, [214] ὡς οὐδὲν εἴη παρ᾽ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους. [215] ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι: μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπ᾽ ἐκείνου μεμισῆσθαι. [216] τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν. [217] δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δ᾽ οὐ πιστευόμενος. ἐγένετο δ᾽ ἐπὶ πλεῖον τε σύγχυσις καὶ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα. [218] τέλος δὲ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο. [219] τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν Σαλώμη: παρ᾽ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν: αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτ᾽ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατ᾽ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: