previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[254]

Τούτοις ἐπίστευσεν Ἡρώδης καί τινα παραμυθίαν τῆς προπετείας εἴληφεν ἐν τοῖς κακοῖς ὑπὸ τῶν χειρόνων κολακευόμενος. καὶ τὸ μὲν φάρμακον εὐθὺς ἐσπουδακότι ζητεῖν οὐχ εὑρέθη. [255] τὴν δ᾽ ὑπερβολὴν τῶν κακῶν Ἀλέξανδρος ἐκ φιλονεικίας ἐπιρρῶσαι θέλων εἰς μὲν ἄρνησιν οὐκ ἐτράπετο, μετῄει δὲ τὴν προπέτειαν τοῦ πατρὸς ἁμαρτίᾳ μείζονι, τάχα δὲ καὶ διὰ τούτου βουλόμενος δυσωπῆσαι τὸ πρὸς τὰς διαβολὰς ἕτοιμον, οὐχ ἥκιστα δὲ εἰ καὶ ἔτυχεν πιστευθεὶς κακοῦν αὐτόν τε καὶ πᾶσαν τὴν βασιλείαν προῃρημένος. [256] γράμματα γὰρ γράψας ἐν βιβλίοις τέσσαρσιν ἀπέστειλεν, ὡς οὐδὲν δεῖ βασανίζειν οὐδὲ περαιτέρω χωρεῖν: γενέσθαι γὰρ τὴν ἐπιβουλὴν καὶ ταύτης συλλαμβάνειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων, Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν ἄκοντι μιγῆναι: [257] καὶ πάντας ἐπὶ ταὐτὸν ἥκειν τοὺς θᾶττον ἐκεῖνον ἐκποδὼν ποιησαμένους ἄδειαν τῆς ἀεὶ προσδοκίας ἔχειν. ἐν τούτοις καὶ Πτολεμαῖος διεβέβλητο καὶ Σαπίννιος οἱ πιστότατοι τῷ βασιλεῖ. [258] καὶ τί γὰρ καθάπερ λύττης τινὸς ἐμπεσούσης κατ᾽ ἀλλήλων οἱ πάλαι φίλτατοι τεθηρίωντο, μήτ᾽ ἀπολογίας μήτ᾽ ἐλέγχου τόπον ἕως ἀληθείας ἐχόντων, ἀλλ᾽ ἀεὶ γινομένης ἀκρίτου τινὸς εἰς ἅπαντας ἀπωλείας, καὶ τῶν μὲν δεσμά, τῶν δὲ θανάτους, τῶν δὲ τὸ ταῦτα μέλλειν ἐπ᾽ αὐτοῖς ὀδυρομένων, ἡσυχία τε καὶ κατήφεια τὸ βασίλειον ἀπεκόσμει τῆς πρώτης εὐδαιμονίας. [259] καὶ χαλεπὸς ἦν Ἡρώδῃ πᾶς βίος ἐκτεταραγμένῳ καὶ τὸ μηδενὶ πιστεύειν μέγα τῆς προσδοκίας κολαστήριον ἔχοντι: πολλάκις γοῦν ὡς ἐπανιστάμενον αὐτῷ τὸν υἱὸν καὶ ξιφήρη παρεστῶτα διὰ φαντασίας ἐλάμβανεν. [260] οὕτως ψυχὴ καὶ νύκτα καὶ ἡμέραν πρὸς τούτῳ γινομένη πάθος ἀνεμάξατο μανίας οὐχ ἧττον δὲ καὶ ἀνοίας. καὶ τὰ περὶ ἐκεῖνον εἶχεν οὕτως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: