previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[293]

Ἡρώδης δὲ ταῦτα πάντα φέρων ἠνείχετο μεταβεβληκυίας αὐτῷ τῆς παρρησίας, ἣν εἶχε διὰ Καίσαρα, καὶ τὸ μεῖζον ἀφῄρητο τοῦ φρονήματος: οὐδὲ γὰρ πέμψαντος αὐτοῦ πρεσβείαν ἀπολογησομένην Καῖσαρ ἠνέσχετο, πάλιν δὲ τοὺς συνελθόντας ἀπράκτους ἀνέπεμψεν. [294] ἦν δ᾽ οὖν ἐπὶ τούτοις ἀθυμία καὶ δέος, τε Σύλλαιος οὐ μετρίως ἐλύπει πιστευθείς τε καὶ παρὼν ἐν τῇ Ῥώμῃ, τότε δὲ καὶ μειζόνων ἁπτόμενος: μὲν γὰρ Ὀβόδας ἐτεθνήκει, παραλαμβάνει δὲ τὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας μετονομασθεὶς αὖθις Ἀρέτας. [295] τοῦτον γὰρ ἐπεχείρει διαβολαῖς παρωσάμενος αὐτὸς ἀναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο. [296] πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων: δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβόδαν τε φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστ᾽ ἐξιδιώσασθαι τὴν ἀρχήν. [297] προσέσχεν δὲ οὐδὲ τούτοις Καῖσαρ, ἀλλ᾽ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δ᾽ ὡς καταφθειρομένων μηδένα προεστάναι: [298] τῶν γὰρ βασιλέων μὲν οὐδέπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφ᾽ οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο. [299] πέρας δ᾽ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν, εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν Δαμασκηνὸς ἀπῄει Νικόλαος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: