previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[286]

Οὔαρος δὲ ἐπειδὴ τὸ πρῶτον πυνθάνεται τὰ πεπραγμένα Σαβίνου γράψαντος πρὸς αὐτόν, δείσας περὶ τοῦ τάγματος δύο τὰ λοιπὰ ἀναλαβών, τρία γὰρ ἐπὶ Συρίας τὰ πάντα ἦν, καὶ ἴλας ἱππέων τέσσαρας ὁπόσα τε ἐπικουρικὰ καὶ οἱ βασιλεῖς οἵ τινες τετράρχαι τότε παρεῖχον, ἠπείγετο βοηθεῖν τοῖς ἐν Ἰουδαίᾳ τότε πολιορκουμένοις. [287] εἴρητο δὲ πᾶσιν εἰς Πτολεμαΐδα ἐπείγεσθαι ὁπόσοι προεξεπέμποντο. διδόασί τε αὐτῷ καὶ Βηρύτιοι διιόντι αὐτῶν τὴν πόλιν ἐπικούρους πεντακοσίους καὶ χιλίους, πέμπει δὲ καὶ Ἀρέτας Πετραῖος ἔχθει τῷ Ἡρώδου φιλίαν τῶν Ῥωμαίων κτώμενος οὐκ ὀλίγην χεῖρα πεζῶν καὶ ἱππέων. [288] σταθείσης δ᾽ ἐν Πτολεμαΐδι πάσης ἤδη τῆς δυνάμεως μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς καὶ ἑνὶ τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν, οἳ ὑπὲρ τῆς Πτολεμαΐδος ἐχόμενοι κατοικοῦσιν. [289] ὃς ἐμβαλὼν τούς τε ἀντικαταστάντας εἰς μάχην τρέπεται καὶ Σέπφωριν ἑλὼν τοὺς μὲν οἰκήτορας ἠνδραποδίσατο, τὴν δὲ πόλιν ἐνέπρησεν. αὐτὸς δὲ Οὔαρος ἐπὶ Σαμαρείας τῷ παντὶ στρατῷ προιὼν τῆς μὲν πόλεως ἀπέσχετο διὰ τὸ ἀνέγκλητον ἐπὶ τοῖς νεωτερισμοῖς εἶναι, στρατοπεδεύεται δὲ ἔν τινι κώμῃ Πτολεμαίου κτήματι, Ἀροὺς ὄνομα αὐτῇ. [290] καὶ οἱ Ἄραβες μίσει τῷ Ἡρώδου ἐμπιπρᾶσιν αὐτὴν ἐχθρῶς καὶ πρὸς φίλους τοὺς ἐκείνου ἔχοντες. κἀνθένδε προϊόντες Σαμφὼ κώμην ἑτέραν διήρπασάν τε οἱ Ἄραβες καὶ ἔκαυσαν πάνυ ἐρυμνὴν οὖσαν, καὶ ἔφυγεν ἐν τῇ προόδῳ οὐδὲν αὐτούς, [291] ἀλλὰ πυρὸς καὶ φόνου τὰ πάντα μεστὰ ἦν. πίμπραται δὲ καὶ Ἐμμαοῦς Οὐάρου κελεύσαντος ἐπ᾽ ἐκδικίᾳ τῶν συντετελευτηκότων προεκλειφθεῖσα ὑπὸ τῶν οἰκητόρων. [292] ἐντεῦθεν δὲ καὶ Ἱεροσολύμοις ἤδη συνῆπτε, καὶ Ἰουδαίων οἱ κατὰ πολιορκίαν τοῦ τάγματος τῇδε στρατοπεδευόμενοι τὴν ὄψιν τῆς προσόδου τῶν στρατευμάτων οὐχ ὑπομείναντες ᾤχοντο ἡμίεργον τὴν πολιορκίαν καταλιπόντες. [293] οἱ δ᾽ ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαῖοι δεινῶς τοῦ Οὐάρου σφίσιν ἐγκαλοῦντος ἀπελύοντο τὰς αἰτίας, ὡς τῆς μὲν συνόδου τῆς πληθύος διὰ τὴν ἑορτὴν γενομένης, τοῦ δὲ πολέμου μηδαμὰ γνώμῃ τῇ αὐτῶν, τόλμῃ δὲ τῶν ἐπηλύδων συνελθόντες αὐτοῖς καὶ συμπολιορκηθέντες Ῥωμαίοις μᾶλλον πολιορκεῖν προθυμίαν σχόντες. [294] προαπηντήκασιν δὲ τῷ Οὐάρῳ Ἰώσηπός τε ἀνεψιὸς Ἡρώδου βασιλέως Γρᾶτος τε καὶ Ῥοῦφος τοὺς ὑπ᾽ αὐτοῖς τῶν στρατιωτῶν ἄγοντες καὶ τῶν Ῥωμαίων οἱ πολιορκούμενοι. Σαβῖνος δὲ οὐκ ἀφίκετο Οὐάρῳ εἰς ὄψιν, ἀλλ᾽ ὑπεξῆλθεν τῆς πόλεως ἐπὶ θάλασσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: