previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[304]

Λόγου οὖν τοῖς Ἰουδαίων πρέσβεσι δοθέντος, οἳ ἐπὶ καταλύσει τῆς βασιλείας ἤλπιζον λέγειν, ἐπὶ κατηγορίᾳ τῶν Ἡρώδου παρανομιῶν τρέπονται, βασιλέα μὲν ὀνόματι ἀποφαίνοντες αὐτόν, τῶν δ᾽ ἐν ταῖς τυραννίσιν ἑκάστης τὸ ἀνήκεστον ἀναδεξάμενον εἰς ταὐτὸν ἐπ᾽ ὀλέθρῳ τῶν Ἰουδαίων συνθέντα χρῆσθαι τὰ πολλὰ καὶ φύσει τῇ αὐτοῦ προσκαινουργεῖν οὐκ ἀπηλλαγμένον. [305] πολλῶν γοῦν ὄντων, οἳ ὀλέθροις ἀπολώλοιεν οὐχ ἱστορήσειν πω πρότερον, πολλῷ δὲ δυστυχεστέρους πάθους ἐκείνων τοὺς ζῶντας εἶναι, οὐ μόνον ὧν ὄψει καὶ διανοίᾳ ἐπ᾽ αὐτοῖς ἀνιαθεῖεν, ἀλλὰ καὶ ὧν ταῖς οὐσίαις. [306] πόλεις τε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώς τε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων. [307] πενίας δὲ ἀπόρου τὸ ἔθνος ἀναπεπληκέναι σὺν ὀλίγοις εὔδαιμον παρειληφότα, τῶν τε εὐπατριδῶν ὁπότε κτείνειεν αὐτοὺς ἐπ᾽ ἀλόγοις αἰτίαις τὰς οὐσίας ἀποφερόμενον καὶ οἷς συγχωρήσειε τὴν ἀηδίαν τοῦ ζῆν ψίλωσιν χρημάτων καταδικάζοντα. [308] καὶ χωρὶς μὲν πράσσεσθαι φόρους ἐπιβαλλομένους ἑκάστοις τὸ ἐπ᾽ ἔτος, χωρὶς δὲ εὐπορίας εἶναι παρακαταβολὰς αὐτῷ τε καὶ οἰκείοις καὶ φίλοις καὶ τῶν δούλων οἳ ἐπ᾽ ἐκπράξει τῶν φόρων ἐξίοιεν διὰ τὸ μὴ εἶναι κτήσει τοῦ ἀνυβρίστως μηδ᾽ ὅπως μηδ᾽ ἀργυρίων διδομένων. [309] παρθένων μέντοι φθορὰς καὶ γυναικῶν αἰσχύνας, ὁπόσας ἐπὶ παροινίᾳ καὶ ἀπὸ τοῦ ἀνθρωπείου δρώμενα σιγᾶν διὰ τὸ ἡδονὴν ἴσην εἶναι τοῖς πεπονθόσι τοῦ μὴ γεγονέναι τὴν ἐκ τοῦ ἀνέκπυστα αὐτὰ εἶναι: τοσήνδε Ἡρώδην ἐπεισάγεσθαι τὴν ὕβριν αὐτοῖς, ὁπόσην οὐδ᾽ ἂν θηρίον ἀνθρώπων ἐπιστατεῖν δυνάμεως αὐτῷ παραγενομένης. [310] πολλῶν γοῦν ἀναστάσεων καὶ μεταστάσεων παραλαβουσῶν τὸ ἔθνος οὐδεμίαν ἱστορεῖσθαι πώποτε τοιάνδε δυστυχίαν ἐπελθοῦσαν αὐτῷ, παράδειγμά τε κακώσεως ἣν αὐτῷ Ἡρώδης ἐπετίθει τὸ ἔθνος: [311] καὶ ταῦτ᾽ εἰκότως ἂν γενέσθαι τὸ ἀσμένως Ἀρχέλαον βασιλέα προσειπεῖν οἰήσει τοῦ πάντ᾽ ὅντιν᾽ οὖν τὸν ἐπὶ τὴν βασιλείαν ἐσόμενον Ἡρώδου μετριώτερον φαίνεσθαι, καὶ τόν τε πατέρα συνολοφύρεσθαι αὐτῷ θεραπεύοντας, εἴ γε μετρίου τυγχάνειν δυνηθεῖεν, καὶ τἆλλα οἰκειουμένους. [312] τοῦ δὲ δείσαντος μὴ οὐχὶ Ἡρώδου γνήσιος πιστεύοιτο υἱός, οὐδὲν εἰς ἀναβολὰς ἀλλ᾽ ἐκ τοῦ ὀξέος ἐπάξειν ἂν τῷ ἔθνει τὴν διάνοιαν αὐτοῦ καὶ ταῦτα μηδέπω τέλεον κρατυνάμενον ἡγεμονίαν διὰ τὸ ἐπὶ Καίσαρι δοῦναι καὶ μὴ τὴν ἐξουσίαν εἶναι, [313] καὶ παράδειγμα τὴν τῆς εἰς αὖθις ἀρετῆς τιθέναι τοῖς ἀρχθησομένοις μετριότητος καὶ εὐνομίας, χρήσαιτο ἂν πρὸς αὐτούς, ἀπὸ τῆς ἐν πρώτοις ἀποδειχθείσης πράξεως ἐπί τε τοῖς πολίταις καὶ τῷ θεῷ τρισχιλίων ὁμοφύλων ἀνδρῶν σφαγὴν ἐν τῷ τεμένει ποιησάμενον. ‘πῶς οὐκ ἂν ἤδη καὶ δικαίῳ μίσει χρῆσθαι κατ᾽ αὐτῶν πρὸς τῇ λοιπῇ ὠμότητι καὶ ἔγκλημα τῆς ἀντιστάσεως καὶ ἀντιλογίας ἐπὶ τῇ ἀρχῇ προφερόμενον; [314] ἦν δὲ κεφάλαιον αὐτοῖς τῆς ἀξιώσεως βασιλείας μὲν καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκη δὲ Συρίας γεγονότες ὑποτάσσεσθαι τοῖς ἐκεῖσε πεμπομένοις στρατηγοῖς: φανερωθήσεσθαι γὰρ οὕτως, εἴτε ἀληθῶς στασιώδεις εἶεν καὶ νεωτερισμοῖς τὰ πολλὰ προσησκημένοι εἴτε καὶ οὔ, μετριωτέρων τυχόντες οἳ ἐπιστήσονται αὐτοῖς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: