previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[273]

Ἦν δὲ καὶ Σίμων δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι, [274] καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρ᾽ ὁντινοῦν τό τε ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησιν δι᾽ ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάς τε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων. [275] ἐπέπρακτο δ᾽ ἄν τι μεῖζον ὑπ᾽ αὐτοῦ μὴ ταχείας ἐπιστροφῆς γενομένης: γὰρ Γρᾶτος τῶν βασιλικῶν στρατιωτῶν Ῥωμαίοις προστεθειμένος μεθ᾽ ἧς εἶχεν δυνάμεως ὑπαντιάζει τὸν Σίμωνα, [276] καὶ μάχης αὐτοῖς μεγάλης ἐπὶ πολὺ γενομένης τό τε πολὺ τῶν Περαίων ἀσύντακτοι ὄντες καὶ τόλμῃ μᾶλλον ἐπιστήμῃ μαχόμενοι ἐφθάρησαν, καὶ αὐτοῦ Σίμωνος διά τινος φάραγγος σώζοντος αὑτὸν Γρᾶτος ἐντυχὼν τὴν κεφαλὴν ἀποτέμνει. [277] κατεπρήσθη δὲ καὶ τὰ ἐπ᾽ Ἰορδάνῃ ποταμῷ ἐν Ἀμμάθοις βασίλεια ὑπό τινων συστάντων ἀνδρῶν Σίμωνι παραπλησίων. οὕτως πολλὴ ἀφροσύνη ἐνεπολίτευσε τῷ ἔθνει διὰ τὸ βασιλέα μὲν οἰκεῖον οὐκ εἶναι τὸν καθέξοντα τὸ πλῆθος ἀρετῇ, τοὺς δ᾽ ἀλλοφύλους ἐπελθόντας σωφρονιστὰς τοῦ μὴ στασιάσοντος τῶν ἀνθρώπων ὑπέκκαυμα αὐτῶν διά τε τοῦ ὑβρίζειν καὶ πλεονεκτεῖν γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: