previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[61]

Ἐπειδὴ Φερώρας τελευτᾷ ταφνίται ἐγεγόνεισαν αὐτοῦ ἀπελεύθεροι δύο τῶν Φερώρᾳ τιμίων οὗτοι προσελθόντες Ἡρώδῃ ἠξίουν μὴ ἀνεκδίκητον καταλιπεῖν τοῦ ἀδελφοῦ τὸν νεκρόν, ἀλλὰ ζήτησιν ποιεῖσθαι τῆς ἀλόγου τε καὶ δυστυχοῦς μεταστάσεως. [62] τοῦ δ᾽ ἐπιστραφέντος τοῖς λόγοις, πιστὰ γὰρ ἐδόκει, δειπνῆσαι μὲν αὐτὸν ἔλεγον παρὰ τῇ γυναικὶ τῇ προτέρᾳ τῆς νόσου, φάρμακον δὲ προσκομισθὲν ἐν βρώματι μὴ πρότερον εἰωθότι ἐμφαγόντα ὑπὸ τούτου τελευτῆσαι: κομιστὸν μέντοι γενέσθαι τὸ φάρμακον ὑπὸ γυναικὸς ἐκ τῆς Ἀραβίας λόγῳ μὲν ἐπὶ προσποιήσεσιν ἐρώτων, φίλτρον γὰρ δὴ ὄνομα αὐτῷ εἶναι, τὸ δ᾽ ἀληθὲς ἐπὶ τῇ Φερώρου τελευτῇ. [63] φαρμακιστόταται δέ εἰσι γυναικῶν αἱ ἐκ τῆς Ἀραβίας: δὲ ταῦτα ἐπεκάλουν καὶ τῆς Συλλαίου ἐρωμένης ἐν ταῖς μάλιστα ὡμολόγητο εἶναι φίλη, πείσουσαί τε αὐτὴν ἐπὶ πράσει τοῦ φαρμάκου εἰς τοὺς τόπους ἐληλύθεσαν τε μήτηρ τῆς τοῦ Φερώρου γυναικὸς καὶ ἀδελφὴ καὶ ἐπανῆκον αὐτὴν ἀγόμεναι τοῦ δείπνου πρότερον ἡμέρᾳ μιᾷ. [64] ὑπὸ τούτων βασιλεὺς τῶν λόγων παροξυνθεὶς δούλας τε ἐβασάνιζε τῶν γυναικῶν καί τινας καὶ ἐλευθέρας, καὶ ὄντος ἀφανοῦς τοῦ πράγματος διὰ τὸ μηδεμίαν ἐξειπεῖν τελευταία τις περιουσῶν αὐτῆς τῶν ἀλγηδόνων ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ᾽ ἐπικαλεῖσθαι τοιαῖσδε αἰκίαις δώσειν περιβαλεῖν τὴν Ἀντιπάτρου μητέρα κακῶν τῶν ἐπεχόντων αἰτίαν πᾶσιν γενομένην. [65] ταῦτα εἰς ἐπίστασιν Ἡρώδην ἄγει, καὶ τὰ πάντα βασάνοις τῶν γυναικῶν ἀνάπυστα ἦν, οἵ τε κῶμοι καὶ κρυπταὶ σύνοδοι καὶ δὴ καὶ λόγων πρὸς μόνον τὸν υἱὸν εἰρημένων ἐξοίσεις πρὸς τὰς Φερώρου γυναῖκας: ἦν δὲ ταλάντων ἑκατὸν δωρεὰς ἐπικρύπτεσθαι φράζειν πρὸς Φερώραν τῷ Ἀντιπάτρῳ κέλευσις ὑπὸ τοῦ πατρός: [66] μῖσός τε πρὸς τὸν πατέρα καὶ ὀλοφυρμοὶ πρὸς τὴν μητέρα, ὡς ἐπὶ μήκιστον τοῦ πατρὸς βιοῦν ἐξηγμένου καὶ αὐτῷ μηδὲν ἐλάσσονος τοῦ γήρως ἐπικειμένου, ὡς μηδ᾽ ἂν ἐλθοῦσαν τὴν βασιλείαν ὁμοίως εὐφρᾶναί ποτ᾽ αὐτόν: παρατρέφεσθαί τε πολλοὺς ἐπὶ τῇ βασιλείᾳ καὶ ἀδελφοὺς καὶ ἀδελφῶν παῖδας οὐδαμῶς ἀδεῆ τὴν ἐλπίδα παρεχομένους τἀσφαλοῦς: [67] καὶ γὰρ δὴ καὶ νῦν, εἴ τι πάσχειν, αὐτὸν ἀδελφῷ μᾶλλον παιδὶ τῷ αὐτοῦ κελεύειν τὴν ἀρχὴν δίδοσθαι. ὠμότητά τε πολλὴν κατηγόρει τοῦ βασιλέως καὶ τὰς σφαγὰς τῶν υἱέων, φόβῳ τε μὴ καὶ αὐτῶν ἅπτοιτο ἤδη τὸν μὲν ἐπὶ Ῥώμης ἄρασθαι τέχνην ἐπινοῆσαι, Φερώραν δὲ ἐπὶ τῆς αὐτοῦ τετραρχίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: