previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[93]

Τῇ δ᾽ ἑξῆς συνήδρευεν μὲν Οὔαρός τε καὶ βασιλεύς, εἰσεκλήθησαν δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς βασιλέως Σαλώμη τε ἀδελφή, εἶτ᾽ εἴ τινες μηνύσειν ἔμελλον καὶ ὧν βάσανοι γεγόνασιν, δοῦλοί τε μητρῷοι τοῦ Ἀντιπάτρου μικρῷ πρότερον συνειλημμένοι 'κεῖνον ἥκειν, ἐπιστολὴν φέροντες, ἧς τὸ κεφάλαιον τῶν γεγραμμένων ἦν μὴ ἐπανιέναι ὡς πάντων τῷ πατρὶ ἡκόντων εἰς πύστιν, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ σὺν αὐτῇ τὸ μὴ πατρὶ ὑποχείριον γενέσθαι. [94] Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ πρὸς τὰ γόνατα καὶ ἱκετεύοντος μὴ προδιεγνωσμένην καταστῆναι δίκην, ἀλλ᾽ ἀκροάσεως αὐτοῦ γενομένης παρὰ τῷ πατρὶ ἀκεραίως μένειν δυναμένῳ, τοῦτον κελεύσας Ἡρώδης ἀπάγειν εἰς μέσον αὐτὸς ὠλοφύρατο τῶν παίδων τῆς ποιήσεως, ἣν ἐπὶ τοιαύταις αὐτῷ τύχαις γενομένην πρότερον τῆς δυσμενείας ἀνασπάσασθαι τῶν πρότερον εἰς Ἀντίπατρον ἐμβαλεῖν αὐτοῦ τὸ γῆρας, τροφάς τε καὶ παιδεύσεις ἃς ποιήσαιτο αὐτῶν ἐξηγούμενος καὶ πλούτου εὐπορίαν ἐν καιροῖς ὡς θελήσειαν προτεθεῖσαν εἰς πάντα: [95] ὧν οὐδὲν ἐπ᾽ ἐμποδίσματι γενέσθαι τοῦ μὴ οὐκ ἐπιβουλῇ τῇ ἐκείνων κινδυνεῦσαι τελευτᾶν ὑπὲρ τοῦ θᾶσσον δυσσεβῶς τὴν βασιλείαν παραλαβεῖν φύσεως νόμῳ μεταστάντος εὐχῇ τε τοῦ πατρὸς καὶ δίκῃ. [96] τόν τε Ἀντίπατρον θαυμάζειν, τίνων ἐλπίδι ἐπαρθεὶς θαρσήσειεν ἐπὶ τοιαῦτα χωρεῖν μὴ ἀποτραπῆναι: διάδοχον μὲν γὰρ ἀποφήνασθαι διὰ γραμμάτων τῆς ἀρχῆς, ζῶντος δὲ ἐπ᾽ οὐδενὶ μειονεκτεῖν ἀξιώματός τε ἐπιφανείᾳ καὶ δυνάμει ἐξουσίας, πεντήκοντα μὲν τάλαντα ἐπέτειον πρόσοδον κομισάμενον, δωρεὰν δ᾽ εἰληφότα ὁδοῦ τῆς εἰς Ῥώμην τριακοσίων ταλάντων ἀριθμόν. [97] ἐπεκάλει δὲ καὶ τῶν ἀδελφῶν εἰ μὲν πονηρῶν γεγονότων κατηγορίαν προθεμένῳ μιμητῇ γεγονότι, διακενῆς δὲ τοιῶνδε ἐπαγωγὰς ἐπάγοντι αὐτῇ τῶν συγγενῶν: [98] τὰ γὰρ πάντα οὐδαμόθεν ἀλλὰ μηνύσει τῇ ἐκείνου μεμαθηκότα πρᾶξαι τὰ ἐπ᾽ αὐτοῖς πεπραγμένα γνώμῃ τῇ ἐκείνου, οὓς ἀπολύειν κακοῦ παντὸς κληρονόμον τῆς πατροκτονίας αὐτοῖς καθιστάμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: