previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[210]

Καὶ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειν τε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόν τε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν, [211] δεινὸν ἡγούμενοι, εἰ ζῶντός τε Ἡρώδου στερηθεῖεν τῶν φιλτάτων καὶ τελευτῆς αὐτῷ γενομένης τιμωριῶν τῶν ἐπ᾽ αὐτοῖς, ὠργηκότες ταῖς γνώμαις καὶ νόμιμόν τε καὶ δίκαιον ἡγούμενοι τι μελλήσοι ἡδονὴν αὐτοῖς φέρειν, κίνδυνον δὲ τὸν ἀπ᾽ αὐτοῦ προϊδέσθαι τε ἀμαθεῖς καὶ εἴ τῳ ὑποπτευθείη, ὑπερβολῆς αὐτῷ γενομένης τῆς παραχρῆμα ἡδονῆς ἐκ τοῦ τιμωρήσασθαι τοὺς ἐχθίστους δοκοῦντας αὐτοῖς. [212] πολλῶν δὲ ὑπὸ Ἀρχελάου πεμπομένων, οἳ διαλέξοιντο αὐτοῖς, τῶν τε ἐνεστώτων μὲν ὑπ᾽ ἐκείνου γνώμῃ δὲ τῇ αὐτῶν δοκεῖν παριόντων, ὅπως εἰς τὸ πραΰτερον καταστήσονται αὐτούς, οὐδενὸς ἠνείχοντο εἰπεῖν ἀνάστασίς τε ἦν δεύειν ὀργῇ χρωμένων, φανεροί τε ἦσαν ἐπὶ μέγα αὐξήσοντες τὴν στάσιν πλήθους ἐπισυρρυέντος αὐτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: