previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[96]

Πέμπει δὲ καὶ Τιβέριος ὡς Οὐιτέλλιον γράμματα, κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα: ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ: πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέος. [97] ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλβανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳ μηδὲν ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοίξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. [98] καὶ τε Ἀρμενία ἀφῄρητο αὖθις καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα καὶ τοῦ βασιλέως υἱὸς ἐκ τουτωνὶ τῶν μαχῶν ἔπεσε μετὰ πολλῶν στρατοῦ μυριάδων. [99] καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον Οὐιτέλλιος πομπῇ χρημάτων εἴς τε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθόμενος δὲ τὴν ἐπιβουλὴν Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν, [100] καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: