previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[374]

Σελευκέων τοῖς Ἕλλησι πρὸς τοὺς Σύρους ὡς ἐπὶ πολὺ ἐν στάσει καὶ διχονοίᾳ ἐστὶν βίος καὶ κρατοῦσιν οἱ Ἕλληνες. τότε οὖν συνοικούντων αὐτοῖς Ἰουδαίων γενομένων ἐστασίαζον, καὶ οἱ Σύροι καθυπέρτεροι ἦσαν ὁμολογίᾳ τῇ Ἰουδαίων πρὸς αὐτοὺς φιλοκινδύνων τε ἀνδρῶν καὶ πολεμεῖν προθύμως ἐντεταγμένων. [375] καὶ οἱ Ἕλληνες περιωθούμενοι τῇ στάσει καὶ μίαν ὁρῶντες αὐτοῖς ἀφορμὴν τοῦ ἀνασώσασθαι τὸ πρότερον ἀξίωμα, εἰ δυνηθεῖεν παῦσαι ταὐτὸν λέγοντας Ἰουδαίους καὶ Σύρους, διελέγοντο ἕκαστοι πρὸς τῶν Σύρων τοὺς αὐτοῖς συνήθεις πρὸ τοῦ γεγονότας εἰρήνην τε καὶ φιλίαν ὑπισχνούμενοι. [376] οἱ δὲ ἐπείθοντο ἄσμενοι. ἐγίνοντο οὖν ἀφ᾽ ἑκατέρων λόγοι καὶ τῶν πρώτων παρ᾽ ἑκατέροις ἀνδρῶν προασσόντων ἐπιδιαλλαγὰς τάχιστα σύμβασις ἐγένετο, ὁμονοήσαντές τε μέγα τεκμήριον ἑκάτεροι εὐνοίας παρ᾽ ἀλλήλοις ἠξίουν παρασχεῖν τὸ πρὸς τοὺς Ἰουδαίους ἔχθος, ἐπιπεσόντες τε αἰφνίδιον αὐτοῖς κτείνουσι μυριάδας ὑπὲρ πέντε ἀνδρῶν, ἀπώλοντό τε πάντες πλὴν εἴ τινες ἐλέῳ φίλων γειτόνων ἐπιχωρηθὲν αὐτοῖς ἔφυγον. [377] τούτοις δὲ ἦν εἰς Κτησιφῶντα ἀποχώρησις πόλιν Ἑλληνίδα καὶ τῆς Σελευκείας πλησίον κειμένην, ἔνθα χειμάζει τε βασιλεὺς κατὰ πᾶν ἔτος καὶ πλείστη τῆς ἀποσκευῆς αὐτοῦ τῇδε ἀποκειμένη τυγχάνει. ἀσύνετα δὲ ἦν αὐτοῖς τὴν ἵδρυσιν πεποιημένοις τιμῇ τῆς βασιλείας Σελευκέων πεφροντικότων. [378] ἐφοβήθη δὲ καὶ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος τούς τε Βαβυλωνίους καὶ τοὺς Σελευκεῖς, ἐπειδὴ καὶ ὁπόσον ἦν Σύρων ἐμπολιτεῦον τοῖς τόποις ταὐτὸν ἔλεγον τοῖς Σελευκεῦσιν ἐπὶ πολέμῳ τῷ πρὸς τοὺς Ἰουδαίους. [379] καὶ συνελέγησαν ὥστε πολὺ εἴς τε τὰ Νέερδα καὶ τὴν Νίσιβιν ὀχυρότητι τῶν πόλεων κτώμενοι τὴν ἀσφάλειαν, καὶ ἄλλως πληθὺς ἅπασα μαχίμων ἀνδρῶν κατοικεῖται. καὶ τὰ μὲν κατὰ Ἰουδαίους τοὺς ἐν τῇ Βαβυλωνίᾳ κατῳκημένους τοιαῦτα ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: