previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81]

Ἦν ἀνὴρ Ἰουδαῖος, φυγὰς μὲν τῆς αὐτοῦ κατηγορίᾳ τε παραβάσεων νόμων τινῶν καὶ δέει τιμωρίας τῆς ἐπ᾽ αὐτοῖς, πονηρὸς δὲ εἰς τὰ πάντα. καὶ δὴ τότε ἐν τῇ Ῥώμῃ διαιτώμενος προσεποιεῖτο μὲν ἐξηγεῖσθαι σοφίαν νόμων τῶν Μωυσέως, [82] προσποιησάμενος δὲ τρεῖς ἄνδρας εἰς τὰ πάντα ὁμοιοτρόπους τούτοις ἐπιφοιτήσασαν Φουλβίαν τῶν ἐν ἀξιώματι γυναικῶν καὶ νομίμοις προσεληλυθυῖαν τοῖς Ἰουδαϊκοῖς πείθουσι πορφύραν καὶ χρυσὸν εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερὸν διαπέμψασθαι, καὶ λαβόντες ἐπὶ χρείας τοῖς ἰδίοις ἀναλώμασιν αὐτὰ ποιοῦνται, ἐφ᾽ ὅπερ καὶ τὸ πρῶτον αἴτησις ἐπράσσετο. [83] καὶ Τιβέριος, ἀποσημαίνει γὰρ πρὸς αὐτὸν φίλος ὢν Σατορνῖνος τῆς Φουλβίας ἀνὴρ ἐπισκήψει τῆς γυναικός, κελεύει πᾶν τὸ Ἰουδαϊκὸν τῆς Ῥώμης ἀπελθεῖν. [84] οἱ δὲ ὕπατοι τετρακισχιλίους ἀνθρώπους ἐξ αὐτῶν στρατολογήσαντες ἔπεμψαν εἰς Σαρδὼ τὴν νῆσον, πλείστους δὲ ἐκόλασαν μὴ θέλοντας στρατεύεσθαι διὰ φυλακὴν τῶν πατρίων νόμων. καὶ οἱ μὲν δὴ διὰ κακίαν τεσσάρων ἀνδρῶν ἠλαύνοντο τῆς πόλεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: