previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[205]

Τιβέριος δ᾽ ἐπανελθὼν εἰς τὰς Καπρέας ἐμαλακίζετο τὰ μὲν πρῶτα μετρίως, ἐπιδούσης δ᾽ εἰς τὸ μᾶλλον τῆς νόσου πονηρὰς ἔχων περὶ αὐτῷ τὰς ἐλπίδας Εὔοδον, ὃς ἦν αὐτῷ τιμιώτατος τῶν ἀπελευθέρων, κελεύει τὰ τέκνα προσαγαγεῖν πρὸς αὐτόν: χρῄζειν γὰρ ἀφικέσθαι σφίσι διὰ λόγων πρὶν τελευτᾶν. [206] ἦσαν δ᾽ αὐτῷ παῖδες γνήσιοι μὲν οὐκέτι: Δροῦσος γὰρ δὴ μόνος αὐτῷ γεγονὼς ἐτύγχανεν τεθνεώς: υἱὸς δὲ τούτου κατελείπετο Τιβέριος ἐπικαλούμενος Γέμελλος, Γάιός τε Γερμανικοῦ παῖς, ἀδελφοῦ υἱὸς γεγονώς, νεανίας τε ἤδη καὶ παιδείαν ἐκπεπονηκὼς ἐπὶ πλεῖστον εὐνοίᾳ τε τοῦ δήμου τιμώμενος διὰ τὴν Γερμανικοῦ τοῦ πατρὸς ἀρετήν: [207] ἐπὶ μέγιστον γὰρ δὴ οὗτος προῆλθεν παρὰ τοῖς πλήθεσι τιμῆς εὐσταθείᾳ τρόπου καὶ δεξιότητι τοῦ ὁμιλεῖν ἀνεπαχθὴς ὢν καὶ τὴν ἀξίωσιν κτώμενος τῷ βούλεσθαι ἴσος πᾶσιν εἶναι. [208] ἐξ ὧν οὐ μόνον δῆμος καὶ βουλὴ μειζόνως ἦγον αὐτόν, ἀλλὰ καὶ τῶν ὑποτελῶν ἕκαστον ἐθνῶν, οἱ μὲν ὡμιληκότες ἁλισκόμενοι τῇ χάριτι τῆς ἐντεύξεως, οἱ δὲ πύστει τῆς ἐκείνων ἀφηγήσεως παραλαμβάνοντες. [209] πένθος τε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι: [210] οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: