previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[269]

Καὶ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούς τε φίλους ἀναλαβὼν καὶ θεραπείαν, περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι. [270] καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον, [271] καὶ ἱκετείᾳ χρώμενοι μηδαμῶς εἰς ἀνάγκας τοιαύτας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντος ἀναθέσει τὴν πόλιν, ‘πολεμήσετε ἄρα Καίσαρι, Πετρώνιος ἔφη, μήτε τὴν ἐκείνου παρασκευὴν λογιζόμενοι μήτε τὴν ὑμετέραν ἀσθένειαν;’ οἱ δ᾽οὐδαμῶς πολεμήσαιμεν, ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον παραβῆναι τοὺς νόμους.’ ἐπί τε τὰ πρόσωπα κείμενοι καὶ τὰς σφαγὰς προδεικνύντες ἕτοιμοι κτιννύεσθαι ἔλεγον εἶναι. [272] καὶ ταῦτ᾽ ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλή τε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: