previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[298]

Καὶ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος, εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἐς θάνατον ἔφερεν, διὰ τὸ μεγάλα νομίζειν τε καὶ εἶναι κύβον ἀναρριπτεῖν τὸν ἐπ᾽ αὐτοῖς ἡγεῖτο. [299] Γάιος δὲ καὶ ἅμα τε τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἀνειλημμένος καὶ ἄλλως ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος, [300] ἅμα δὲ καὶ τοῦ Ἀγρίππου τὴν ἀρετὴν θαυμάσας, ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἄλλῃ δυνάμει τοῦ κοινοῦ δὲ τῆς εὐθυμίας ἐπιμελοῖτο πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνον τῆς τε ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἐπεσταλκότος: [301]νῦν οὖν εἰ μὲν φθάνεις τὸν ἀνδριάντα ἑστακώς, ἑστάτω: εἰ δὲ μήπω πεποίησαι τὴν ἀνάθεσιν, μηδὲν περαιτέρω κακοπαθεῖν, ἀλλὰ τόν τε στρατὸν διάλυε καὶ αὐτὸς ἐφ᾽ τὸ πρῶτόν σε ἔστειλα ἄπιθι: οὐδὲν γὰρ ἔτι δέομαι τῆς ἀναστάσεως τοῦ ἀνδριάντος Ἀγρίππᾳ χαριζόμενος ἀνδρὶ παρ᾽ ἐμοὶ τιμωμένῳ μειζόνως ὥστε με χρείᾳ τῇ ἐκείνου καὶ οἷς κελεύσειεν ἀντειπεῖν.’ [302] Γάιος μὲν δὴ ταῦτα γράφει πρὸς τὸν Πετρώνιον πρότερον ἐντυχεῖν * ἐπὶ ἀποστάσει καταδόξας αὐτοὺς ἐπείγεσθαι, μηδὲν γὰρ ἕτερον ἀποσημαίνειν τὴν διάνοιαν αὐτῶν, ἀλλὰ πόλεμον ἄντικρυς Ῥωμαίοις ἀπειλεῖν. [303] καὶ περιαλγήσας ὡς ἐπὶ πείρᾳ τῆς ἡγεμονίας αὐτοῦ τετολμηκότων, ἀνὴρ ἐπὶ πᾶσιν ἥσσων μὲν τοῦ αἰσχροῦ, κρείσσων δὲ τοῦ βελτίστου καὶ ἐφ᾽ οἷστισι κρίνειεν ὀργῇ χρῆσθαι παρ᾽ ὁντινοῦν ἐπειγόμενος παίδευσιν αὐτῆς οὐδ᾽ ἡντινοῦν προστιθείς, ἀλλ᾽ ἐφ᾽ ἡδονῇ τιθεὶς τῇ ἐκείνης τὴν κρίσιν τοῦ εὐδαίμονος, γράφει πρὸς τὸν Πετρώνιον: [304]ἐπειδὴ δῶρα ὁπόσα σοι οἱ Ἰουδαῖοι παρέσχον ἐν μείζονι λόγῳ τῶν ἐμῶν πεποίησαι ἐντολῶν διακονεῖσθαι τὰ πάντα ἡδονῇ τῇ ἐκείνων ἀρθεὶς ἐπὶ παραβάσει τῶν ἐμῶν ἐντολῶν, κελεύω σε σαυτῷ. κριτὴν γενόμενον λογίσασθαι περὶ τοῦ ποιητέου σοι ὑποστάντα ὀργῇ τῇ ἐμῇ, ἐπεί τοι παράδειγμα ποιοῖντό σε οἵ τε νῦν πάντες καὶ ὁπόσοι ὕστεροι γένοιντ᾽ ἄν, μηδαμῶς ἀκυροῦν αὐτοκράτορος ἀνδρὸς ἐντολάς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: