previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[138]

Ἐπεὶ δὲ καὶ πλῆθος τῶν Γερμανῶν περιέσχε τὸ θέατρον ἐσπασμένων τὰ ξίφη, πᾶσι τοῖς θεωροῖς ἐλπὶς ἦν ἀπολεῖσθαι, καὶ πρὸς πᾶσαν οὗτινος εἴσοδον πτοία εἶχεν αὐτούς, ὡς αὐτίκα μάλα συγκοπήσοιντο, ἐν ἀμηχάνοις τε ἦσαν οὔτ᾽ ἀπιέναι θάρσος εἰσφερόμενοι οὔτε ἀκίνδυνον τὴν διατριβὴν τὴν ἐπὶ τοῦ θεάτρου πεπιστευκότες. [139] εἰσπιπτόντων τε ἤδη βοὴ τοῦ θεάτρου ῥήγνυται καθ᾽ ἱκετείαν τρεπομένου τῶν στρατιωτῶν, ὡς πάντων ἀγνοίας αὐτῇ γενομένης καὶ τῶν βουλευθέντων τοῖς ἐπαναστᾶσιν, εἰ δή τις καὶ γέγονεν ἐπανάστασις, καὶ τῶν γεγονότων. [140] φείδεσθαι οὖν καὶ μὴ τόλμης ἀλλοτρίας παρὰ τῶν οὐδ᾽ ἐν αἰτίᾳ γενομένων ἀπολαμβάνειν τιμωρίαν, παρέντας ἐρεύνην τῶν πεπραχότων τι καὶ πεπραγμένον εἴη καταστῆναι. [141] καὶ οἱ μὲν ταῦτά τε καὶ περαιτέρω μετὰ δακρύων καὶ τύψεως προσώπων ἐπιθειάζοντες καὶ ποτνιώμενοι ὁπόσα ἀνεδίδασκεν αὐτοὺς κίνδυνος ἑστὼς πλησίον, καὶ ὡς ἄν τις ἀγωνιζόμενος περὶ τῆς ψυχῆς εἴποι τι, ἔλεγον. [142] θραύεται δὲ τῶν στρατιωτῶν πρὸς ταῦτα ὀργὴ καὶ μεταμελῆσαν αὐτοῖς τοῦ ἐπὶ τοῖς θεωροῖς βουλεύματος, ὠμόν τε γὰρ ἦν τοῦτο καὶ ἐκείνοις καίπερ ἐξηγριωκόσιν ἐδόκει, τὰς κεφαλὰς τῶν περὶ τὸν Ἀσπρήναν ἐπὶ τὸν βωμὸν ἀπερεισαμένοις. [143] πρὸς ἃς μειζόνως ἔπαθον οἱ θεωροὶ λογισμῷ τε ἀξιώσεως τῶν ἀνδρῶν καὶ ἐλέῳ τοῦ πάθους, ὥστε παρ᾽ ὀλίγον καὶ αὐτοῖς οὐδὲν ἐλλιπεστέρως τὰ τῶν κινδύνων ὁμιλήσαντα ἐπανασεσεῖσθαι, ὧν ἄδηλον εἶναι τὴν συμφορὰν εἴπερ εἰς τέλος φευχθῆναι δύναιτ᾽ ἄν. [144] ὥστε κἂν εἴ τινες τῶν προθύμως μισούντων καὶ μετὰ δίκης τὸν Γάιον ἀφαιρεῖσθαι τῶν ἐπ᾽ αὐτῷ εὐφροσυνῶν τῆς χώρας, διὰ τὸ ἐν ῥοπῇ μὲν τοῦ συναπολουμένου γεγονέναι, τὸ δὲ πιστὸν τοῦ περιεῖναι μηδέπω καὶ τότε ἐχέγγυον συνελθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: