previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[157]

Ἤδη δὲ καὶ τὸ θέατρον ἐξανίστατο τῶν φυλακῶν αἳ τὸ κατ᾽ ἀρχὰς πάνυ πικραὶ ἐγένοντο ὑπανίσως. αἰτία δ᾽ ἦν τοῦ προθύμως καὶ διαφευξομένου τῶν θεωρῶν Ἀλκύων ἰατρός, συναρπασθεὶς μὲν ὡς ἐπὶ θεραπείᾳ τινῶν τραυματιῶν, ἐκπέμψας δὲ τοὺς συνόντας λόγῳ μὲν ὡς καὶ μετελευσομένους ὁπόσα εἰς τὴν ἴασιν τοῖς τραυματίαις πρόσφορα, τὸ δ᾽ ἀληθὲς ὡς πείσοιντο κινδύνου τοῦ κατειληφότος. [158] ἐν τούτῳ δὲ βουλῆς τε γίνεται σύνοδος καὶ δῆμος ᾗπερ καὶ εἰώθασιν ἐκκλησιάζειν ἐπὶ τῆς ἀγορᾶς καταστὰς ἐν ζητήσει τῶν σφαγέων τῶν Γαΐου ἦσαν, μὲν δῆμος καὶ πάνυ ἐκθύμως, δοκεῖν δὲ καὶ βουλή. [159] καὶ ἦν γὰρ Ἀσιατικὸς Οὐαλέριος ὑπατικὸς ἀνήρ, οὗτος ἐπὶ τὸν δῆμον καταστάς, θορυβούντων καὶ δεινὸν τιθεμένων τὸ ἔτι λανθάνον τῶν τὸν αὐτοκράτορα ἀπεκτονότων, ἐπεὶ προθύμως πάντες αὐτὸν ἤροντο, τίς πράξας τυγχάνει, ‘εἴθε γὰρ ἔγωγεφησί. [160] καὶ προύθεσαν δὲ καὶ οἱ ὕπατοι διάγραμμα Γαΐου μὲν κατηγορίας ποιούμενοι, κελεύοντες δὲ τῷ τε δήμῳ καὶ τοῖς στρατιώταις ἐπὶ τὰ αὐτῶν ἀπιέναι, τῷ μὲν δήμῳ πολλὴν ἀνέσεως ἐπαγγελλόμενοι ἐλπίδα, τῷ στρατιωτικῷ δὲ τιμῶν, εἰ ἐν κόσμῳ μείνειαν τῷ εἰωθότι μηδὲν ὑβρίζειν ἐξαγόμενοι: δέος γὰρ ἦν, μὴ ἐξαγριωσάντων ἀπολαύσειεν τοῦ κακοῦ πόλις καθ᾽ ἁρπαγὰς αὐτῶν καὶ συλήσεις τῶν ἱερῶν τρεπομένων. [161] ἐφθάκει δὲ ἤδη τῶν βουλευτῶν τὸ πᾶν πλῆθος συνειλεγμένον καὶ μάλιστα οἱ εἰς τοῦ Γαΐου συνελθόντες τὸν φόνον θράσει τε ἤδη χρώμενοι κἀν καταφρονήματι μεγάλῳ ὄντες ὡς εἰς αὐτοὺς ἀνακειμένων δὴ τῶν πραγμάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: