previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[44]

Κλήμης δὲ τὴν μὲν διάνοιαν τὴν Χαιρέου φανερὸς ἦν ἐπαινῶν, σιγᾶν δ᾽ ἐκέλευε, μὴ καὶ φοιτῶντος εἰς πλείονας τοῦ λόγου καὶ διαχεομένων ὁπόσα κρύπτεσθαι καλῶς ἔχοι πρὶν τυχεῖν πράξαντας ἐκπύστου τοῦ ἐπιβουλεύματος γενομένου κολασθεῖεν, χρόνῳ δὲ τῷ αὖθις καὶ τῇ ἀπ᾽ αὐτοῦ ἐλπίδι παραδιδόναι τὰ πάντα ὡς παραγενησομένης τινὸς αὐτοῖς ἐπικουρίας τυχαίου: [45]αὐτὸν μὲν γὰρ ὑπὸ γήρως ἀφῃρῆσθαι τὴν ἐπὶ τοιοῖσδε τόλμαν, τῶν μέντοι γε ὑπὸ σοῦ, Χαιρέα, συντεθέντων τε καὶ ῥηθέντων ἀσφαλέστερα μὲν ἴσως ἂν ὑποθοίμην, εὐπρεπέστερα δὲ πῶς ἄν τις καὶ δύναιτο;’ [46] καὶ Κλήμης μὲν ὡς αὑτὸν ἀναλύει διὰ λογισμῶν τῶν τε ἀκροαθέντων καὶ ὁπόσων αὐτὸς εἰρήκει περιφερόμενος. Χαιρέας δὲ δείσας ὡς Κορνήλιον Σαβῖνον ἠπείγετο καὶ αὐτὸν μὲν χιλίαρχον ὄντα, ἀξιόλογον δ᾽ ἄλλως ἐξεπιστάμενος αὐτὸν καὶ τοῦ ἐλευθέρου ἐραστὴν καὶ δι᾽ αὐτὸ τῇ καταστάσει τῶν πραγμάτων πολεμίως διακείμενον, [47] χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπ᾽ αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: