previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[221]

Συνεστρέφοντο δὲ περὶ τὸν Γρᾶτον ἤδη καὶ πλείους τῶν σωματοφυλάκων καὶ θεωροῦντες τὸν Κλαύδιον ἀγόμενον δόξῃ τοῦ ἐπὶ κόλασιν ἕλκεσθαι * τῶν ἐπὶ τοιοῖσδε ζημιῶν ὡς ἄνδρα ἀπράγμονα διὰ βίου τοῦ παντὸς καὶ κινδύνοις οὔτι μετρίως ἐπὶ τῆς Γαΐου ἀρχῆς ὡμιληκότα, τινὲς δὲ καὶ αὐτῶν τοῖς ὑπάτοις ἐντρέπειν κρίσιν ἠξίουν τὴν περὶ αὐτόν. [222] καὶ πλειόνων τοῦ στρατιωτικοῦ συστρεφομένων φυγαί τε ἦσαν τοῦ ὁμίλου καὶ προόδων ἀπορία τῷ Κλαυδίῳ δι᾽ ἀσθένειαν τοῦ σώματος, ἐπεὶ καὶ οἱ τὸ φορεῖον αὐτοῦ φέροντες περὶ τὴν ἁρπαγὴν αὐτοῦ παραγενομένης φυγῆς ἔσωζον αὑτοὺς ἀπ᾽ ἐλπίδος θέμενοι τὴν σωτηρίαν τοῦ δεσπότου. [223] ἐν εὐρυχωρίᾳ δὲ τοῦ Παλατίου γενομένοις, πρῶτον δὲ οἰκηθῆναι τῆς Ῥωμαίων πόλεως τοῦτο παραδίδωσιν περὶ αὐτῆς λόγος, καὶ ἤδη τοῦ δημοσίου ἀντιλαμβανομένοις πολὺ πλείων ἐπιφοίτησις ἦν τῶν στρατιωτῶν χαρᾷ τὴν ὄψιν δεχομένοις τοῦ Κλαυδίου, περὶ πλείστου τε ἦν αὐτοῖς αὐτοκράτορα στήσασθαι τὸν ἄνθρωπον εὐνοίᾳ τε τῇ Γερμανικοῦ, ἀδελφὸς δὲ ἦν αὐτοῦ ἐπὶ μέγα πᾶσιν τοῖς ὡμιληκόσιν καταλελοιπὼς κλέος τὸ αὐτοῦ. [224] ἀναλογισμός τε αὐτοὺς εἰσῄει τῆς τε πλεονεξίας τῶν ἐν τῇ συγκλήτῳ δυναστευόντων καὶ ὁπόσα ἐπὶ τῆς πρὶν ἀρχῆς ἡμάρτητο αὐτῇ. [225] πρὸς δὲ καὶ τὸ ἀμήχανον τοῦ πράγματος κατενόουν, καὶ πάλιν εἰς ἑνὸς ἀρχὴν μεθισταμένων τῶν ὅλων κινδύνους αὐτοῖς φέρειν δι᾽ ἑνὸς κτησαμένου τὴν ἀρχὴν μεθισταμένων τῶν ὅλων παρ᾽ ὃν ἐπιχωρήσει καὶ εὐνοίᾳ τῇ αὐτῶν λαβόντα Κλαύδιον μνημονεύσεις τε χάριτος αὐτοῖς ἀποδιδόντα τιμήν, ἐπὶ τοιούτοις γένοιτ᾽ ἂν ἀρκοῦσα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: