previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236]

Κλαύδιος δέ, ἠπίστατο γὰρ μεθ᾽ οἵας αὐθαδείας ἀποσταλεῖεν, καὶ πρὸς τὸ παρὸν γνώμῃ τῇ αὐτῶν ἐπὶ τὸ μετριώτερον τρεπόμενος, οὐ μὴν ἀλλὰ καὶ τῷ περὶ αὐτοὺς φόβῳ διαναστὰς ἅμα μὲν θάρσει τῶν στρατιωτῶν ἅμα δὲ Ἀγρίππου τοῦ βασιλέως κελεύοντος μὴ προέσθαι τῶν χειρῶν τηλικαύτην ἀρχὴν ἥκουσαν αὐτόματον. [237] πράξας μὲν καὶ περὶ Γάιον οἷον εἰκὸς ἄνδρα ὑπ᾽ αὐτοῦ διὰ τιμῆς ἠγμένον, καὶ γὰρ τὸν νεκρὸν περιέσπεν τοῦ Γαΐου καὶ ἀναθέμενος ἐπὶ κλίνης καὶ περιστείλας ἐκ τῶν ἐνδεχομένων εἰς τοὺς σωματοφύλακας ὑπεχώρει, ζῆν μὲν τὸν Γάιον ἀπαγγέλλων κακοπαθοῦντί γε ὑπὸ τραυμάτων ἰατροὺς μετέσεσθαι λέγων: [238] πυθόμενος δὲ τοῦ Κλαυδίου τὴν ὑπὸ τῶν στρατιωτῶν ἁρπαγὴν ὠθεῖτο πρὸς αὐτὸν καὶ καταλαβὼν τεταραγμένον καὶ οἷόν τε ἐκχωρεῖν τῇ συγκλήτῳ ἀνήγειρεν ἀντιλαμβάνεσθαι κελεύων τῆς ἡγεμονίας. [239] ταῦτα δὲ πρὸς τὸν Κλαύδιον εἰπὼν προσεχώρει πρὸς αὐτόν, καὶ μετακαλούσης αὐτὸν τῆς βουλῆς χρισάμενος μύροις τὴν κεφαλὴν ὡς ἀπὸ συνουσίας γινομένης ἀναλύσεως αὐτῷ παρῆν καὶ ἤρετο τοὺς βουλευτάς, τί πέπραχε Κλαύδιος. [240] τῶν δὲ τὰ ὄντα φαμένων καὶ προσανερομένων, ἥντινα γνώμην ἔχοι περὶ τοῖς ὅλοις, τελευτᾶν μὲν ὑπὲρ τοῦ κατ᾽ ἐκείνην εὐκλεοῦς ἕτοιμος ἦν τοῖς λόγοις, σκοπεῖν δὲ ἐκέλευε περὶ τῷ συμφέροντι πᾶν τι καὶ εἰς ἡδονὴν φέροι ὑπεξελομένους: [241] χρείαν γὰρ εἶναι τοῖς ἀρχῆς μεταποιουμένοις καὶ ὅπλων καὶ στρατιωτῶν, οἳ φράξαιντο αὐτοῖς, μὴ καὶ ἀπαράσκευοι καταστάντες εἰς τάδε σφαλεῖεν. [242] ἀποκριναμένης δὲ τῆς βουλῆς ὅπλων τε εὐπορίαν καὶ χρήματα εἰσοίσειν, καὶ στρατιᾶς τὸ μέν τι αὐτοῖς εἶναι συνεστηκός, τὸ δὲ συγκροτήσειν ἐλευθερώσεως δούλων γενομένης. ‘εἴη μέν, βουλή, φησὶν Ἀγρίππας ὑποτυχών, πράσσειν ὁπόσα θυμὸς ὑμῖν, λεκτέον δὲ οὐδὲν ἐνδοιάσαντί μοι διὰ τὸ ἐπὶ σωτηρίᾳ φέρειν τὸν λόγον. [243] ἴστε μὴν στρατόν, ὃς ὑπὲρ Κλαυδίου μαχεῖται, πλήθει χρόνου ὁπλιτεύειν μεμελετηκότα, τὰ δ᾽ ἡμέτερα, συγκλύδων ἀνθρώπων πλῆθος δ᾽ ἔσται καὶ τῶν παρὰ δόξαν τῆς δουλείας ἀπηλλαγμένων, δυσκράτητα. πρὸς δὲ τεχνίτας μαχούμεθα προαγαγόντες ἄνδρας μηδ᾽ ὅπως σπάσαι τὰ ξίφη εἰδότας. [244] ὥστε μοι δοκεῖ πέμπειν ὡς Κλαύδιον πείσοντας κατατίθεσθαι τὴν ἀρχήν, πρεσβεύειν τε ἕτοιμός εἰμι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: