previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[248]

Συνεκάλουν δὲ οἱ ὕπατοι τὴν βουλὴν εἰς τὸ ἱερὸν τοῦ νικηφόρου Διός: ἔτι δὲ νὺξ ἦν. τῶν δὲ οἱ μὲν ἐν τῇ πόλει κλέπτοντες ἑαυτοὺς ἐνεδοίαζον πρὸς τὴν ἀκρόασιν, τοῖς δὲ ἐπὶ τῶν ἰδίων ἀγρῶν ἐγεγόνεισαν ἔξοδοι προορωμένοις χωρήσει τὸ πᾶν ἐν ἀπογνώσει τοῦ ἐλευθέρου γεγονότος, καὶ πολὺ κρεῖττον ἐν ἀκινδύνῳ τοῦ δουλεύειν ὑπειληφότες διαβιοῦν ἀργίᾳ τοῦ πονεῖν κτώμενοι τὸ ἀξίωμα τῶν πατέρων περὶ τῆς σωτηρίας ἀμφίβολοι καταστῆναι. [249] συνελέγησαν δ᾽ ὅμως ἑκατὸν οὐ πλείους, καὶ διαβουλευομένων περὶ τῶν ἐν χερσὶν αἰφνίδιον αἴρεται βοὴ τοῦ συνεστηκότος αὐτοῖς στρατιωτικοῦ στρατηγὸν αὐτοκράτορα κελευόντων τὴν βουλὴν ἑλέσθαι καὶ μὴ φθείρειν πολυαρχίᾳ τὴν ἡγεμονίαν. [250] καὶ τὸ μὲν καθ᾽ ἑαυτοὺς ἀπεφαίνοντο περὶ τοῦ μὴ πᾶσιν, ἀλλ᾽ ἑνὶ τὴν ἀρχὴν ἐφέσιμον εἶναι, ὁρᾶν δὲ ἐκείνοις ἐπιτρέπειν, ὅστις τοσαύτης προστασίας ἄξιος. ὥστε ἐν ἀνίᾳ τὰ τῶν συγκλητικῶν ἦν πολὺ πλέον δι᾽ ἁμαρτίαν μὲν τοῦ κατὰ τὴν ἐλευθερίαν αὐχήματος, φόβῳ δὲ τοῦ Κλαυδίου. [251] οὐ μὴν ἀλλ᾽ ἦσαν οἱ ἐφιέμενοι γένους τε ἀξιώματι καὶ οἰκειότησιν γάμου: καὶ γὰρ Μινουκιανὸς Μᾶρκον καὶ τὸ καθ᾽ αὑτὸν γενναιότητι ἀξιόλογον ὄντα καὶ δὴ ἀδελφὴν Γαΐου γεγαμηκότα Ἰουλίαν, πρόθυμός τε ἦν ἀντιποιεῖσθαι τῶν πραγμάτων, κατεῖχον δὲ οἱ ὕπατοι πρόφασιν ἐκ προφάσεως ἀναρτῶντες. [252] Οὐαλέριον δὲ Ἀσιατικὸν Μινουκιανὸς ἐκ τῶν Γαΐου σφαγέων ἀνεῖχε τοιούτων διανοιῶν. ἐγεγόνει δ᾽ ἂν φόνος οὔ τινος ἐλάσσων ἐπιχωρηθέντων τῶν ἐπιθυμούντων τῆς ἡγεμονίας, ὥστε ἀντιτάξασθαι Κλαυδίῳ, ἄλλως τε καὶ οἱ μονομάχοι, [253] πλῆθος δ᾽ ἦν αὐτῶν ἀξιόλογον, καὶ τῶν στρατιωτῶν οἱ νυκτοφυλακοῦντες ἐπὶ τῆς πόλεως ἐρέται τε ὁπόσοι συνέρρεον εἰς τὸ στρατόπεδον, ὥστε τῶν μετιόντων τὴν ἀρχὴν οἱ μὲν φειδοῖ τῆς πόλεως, οἱ δὲ καὶ φόβῳ τῷ ὑπὲρ αὐτῶν ἀπέστησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: