previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263]

Καὶ οἱ μὲν ἐν τοῖσδε ἦσαν. ἐπὶ δὲ τοῦ στρατοπέδου πανταχόθεν ὠθεῖτο κατὰ θεραπείαν. καὶ τῶν ὑπάτων ἕτερος Κόιντος Πομπώνιος δι᾽ αἰτίας ἦν τῷ στρατιωτικῷ μᾶλλον ὡς ἐπ᾽ ἐλευθερίᾳ τὴν σύγκλητον παρακαλῶν, ὥρμησάν τε σπασάμενοι τὰ ξίφη, κἂν ἐπέπρακτο αὐτοῖς μὴ Κλαυδίου διακεκωλυκότος. [264] παρακαθίζεται δὲ αὐτῷ τὸν ὕπατον ἐξαρπάσας τοῦ κινδύνου, τῶν δὲ συγκλητικῶν ὅσον ἦν σὺν τῷ Κοΐντῳ οὐ μεθ᾽ ὁμοίας ἐδέχετο τιμῆς: τινὲς δὲ καὶ πληγὰς ἔλαβον αὐτῶν ἀνωθούμενοι τῆς πρὸς αὐτὸν ἐντεύξεως, Ἀπώνιος δὲ τραυματίας ἀνεχώρει, ἦν τε κίνδυνος περὶ πάντας αὐτούς. [265] καὶ Ἀγρίππας βασιλεὺς προσελθὼν τῷ Κλαυδίῳ ἀξιοῖ τοῖς συγκλητικοῖς ἠπιώτερον καταστῆναι: γενομένου γάρ τινος κακοῦ περὶ τὴν βουλὴν οὐχ ἕξειν ὧν ἄρξειεν ἑτέρων. [266] πείθεται δὲ Κλαύδιος καὶ συγκαλεῖ τὴν βουλὴν ἐπὶ τοῦ Παλατίου διὰ τῆς πόλεως φερόμενος παραπέμποντος αὐτὸν τοῦ στρατιωτικοῦ σὺν πολλῇ πάνυ κακώσει τῆς πληθύος. [267] προεξῄεσαν δὲ τῶν Γαΐου σφαγέων εἰς τὸ φανερώτερον Χαιρέας καὶ Σαβῖνος εἰργόμενοι προόδων κατ᾽ ἐπιστολὰς Πολλίωνος, ὃν μικρῷ πρότερον Κλαύδιος στρατηγὸν ᾕρητο τῶν σωματοφυλάκων. [268] Κλαύδιος δέ, ἐπείπερ εἰς τὸ Παλάτιον ἀφικνεῖται συναγαγὼν τοὺς ἑταίρους ψῆφον ἀνεδίδου περὶ Χαιρέου. τοῖς δὲ τὸ μὲν ἔργον λαμπρὸν ἐδόκει, ἀπιστίαν δ᾽ ἐπεκάλουν τῷ πεπραχότι καὶ αὐτῷ τιμωρίαν ἐπιβάλλειν δίκαιον ἡγοῦντο ἐπ᾽ ἀποτροπῇ τοῦ μέλλοντος χρόνου. [269] ἀπήγετο οὖν τὴν ἐπὶ θανάτῳ καὶ σὺν αὐτῷ Λοῦππός τε καὶ Ῥωμαίων πλείους. λέγεται δὲ Χαιρέας μεγαλοφρόνως ἐνεγκεῖν τὴν συμφορὰν οὐ μόνον τῷ κατ᾽ αὐτὸν ἀμεταπτώτῳ τοῦ σχήματος, ἀλλὰ καὶ οἷς ὀνειδίσειεν Λοῦππον εἰς δάκρυα ἐκτετραμμένον. [270] ἀποτιθεμένου γέ τοι τὴν στολὴν τοῦ Λούππου καὶ τὸ ῥῖγος αἰτιωμένου φησίν, ὡς οὐκ ἂν ἐναντία τοῦ Λούππου ποιήσαιτο πώποτε ῥῖγος. πλήθους τε ἀνθρώπων ἑπομένου κατὰ θέαν, ὡς ἧκεν ἐπὶ τὸ χωρίον, ἤρετο τὸν στρατιώτην, εἰ διὰ μελέτης αὐτῷ γεγόνοιεν αἱ σφαγαὶ εἰ πρῶτον ἔχοι τὸ ξίφος * ἐκέλευε κομίζειν Γάιον μεταχειρίσαιτο αὐτός: [271] θνήσκει δὲ εὐδαιμόνως μιᾶς πληγῆς αὐτῷ γενομένης. Λοῦππος δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: