previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[299]

Καταστησάμενος δὲ τὰ περὶ τοὺς ἀρχιερεῖς οὕτως βασιλεὺς τοὺς Ἱεροσολυμίτας ἠμείψατο τῆς εἰς αὐτὸν εὐνοίας: ἀνῆκε γοῦν αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας, ἐν καλῷ τιθέμενος ἀντιδοῦναι τοῖς ἠγαπηκόσιν στοργήν. ἔπαρχον δὲ ἀπέδειξεν παντὸς τοῦ στρατεύματος Σίλαν ἄνδρα πολλῶν αὐτῷ πόνων συμμετασχόντα. [300] παντάπασιν δὲ ὀλίγου χρόνου διελθόντος Δωρῖται νεανίσκοι τῆς ὁσιότητος προτιθέμενοι τόλμαν καὶ πεφυκότες εἶναι παραβόλως θρασεῖς Καίσαρος ἀνδριάντα κομίσαντες εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν ἀνέστησαν. [301] σφόδρα τοῦτο Ἀγρίππαν παρώξυνεν: κατάλυσιν γὰρ τῶν πατρίων αὐτοῦ νόμων ἐδύνατο. ἀμελλητὶ δὲ πρὸς Πούπλιον Πετρώνιον, ἡγεμὼν δὲ τῆς Συρίας οὗτος ἦν, παραγίνεται καὶ καταλέγει τῶν Δωριτῶν. [302] δ᾽ οὐχ ἧττον ἐπὶ τῷ πραχθέντι χαλεπήνας, καὶ γὰρ αὐτὸς ἔκρινεν ἀσέβειαν τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτ᾽ ἔγραψεν: [303]Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει. [304] ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι διάταγμα Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ περὶ τοῦ ἐφίεσθαι Ἰουδαίους φυλάσσειν τὰ πάτρια πεισθῆναι ὑμᾶς αὐτῷ, [305] τἀναντία δὲ πάντα πρᾶξαι, συναγωγὴν Ἰουδαίων κωλύοντας εἶναι διὰ τὸ μεταθεῖναι ἐν αὐτῇ τὸν Καίσαρος ἀνδριάντα, παρανομοῦντας οὐκ εἰς μόνους Ἰουδαίους, ἀλλὰ καὶ εἰς τὸν αὐτοκράτορα, οὗ ἀνδριὰς βέλτιον ἐν τῷ ἰδίῳ ναῷ ἐν ἀλλοτρίῳ ἐτίθετο καὶ ταῦτα ἐν τῷ τῆς συναγωγῆς τόπῳ, τοῦ φύσει δικαιοῦντος ἕνα ἕκαστον τῶν ἰδίων τόπων κυριεύειν κατὰ τὸ Καίσαρος ἐπίκριμα: [306] τοῦ γὰρ ἐμοῦ ἐπικρίματος μιμνήσκεσθαι γελοῖόν ἐστιν μετὰ τὸ τοῦ αὐτοκράτορος διάταγμα τοῦ ἐπιτρέψαντος Ἰουδαίοις τοῖς ἰδίοις ἔθεσι χρῆσθαι, ἔτι μέντοι γε καὶ συμπολιτεύεσθαι τοῖς Ἕλλησιν κεκελευκότος: [307] τοὺς μὲν παρὰ τὸ διάταγμα τοῦ Σεβαστοῦ τοιαῦτα τετολμηκότας, ἐφ᾽ καὶ αὐτοὶ ἠγανάκτησαν οἱ δοκοῦντες αὐτῶν ἐξέχειν οὐ τῇ ἰδίᾳ προαιρέσει γεγενῆσθαι λέγοντες ἀλλὰ τῇ τοῦ πλήθους ὁρμῇ, ὑπὸ ἑκατοντάρχου Πρόκλου Οὐιτελλίου ἐκέλευσα ἐπ᾽ ἐμὲ ἀναχθῆναι τῶν πεπραγμένων λόγον ἀποδώσοντας, [308] τοῖς δὲ πρώτοις ἄρχουσι παραινῶ, εἰ μὴ βούλονται δοκεῖν κατὰ τὴν αὐτῶν προαίρεσιν γεγενῆσθαι τὸ ἀδίκημα, ἐπιδεῖξαι τοὺς αἰτίους τῷ ἑκατοντάρχῃ μηδεμιᾶς στάσεως μηδὲ μάχης ἐῶντας ἀφορμὴν γενέσθαι, ἥνπερ δοκοῦσίν μοι θηρεύεσθαι διὰ τῶν τοιούτων ἔργων, [309] κἀμοῦ καὶ τοῦ τιμιωτάτου μοι βασιλέως Ἀγρίππου οὐδενὸς μᾶλλον προνοουμένων, ἵνα μὴ ἀφορμῆς δραξάμενοι τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς ἀμύνης προφάσει συναθροισθὲν εἰς ἀπόνοιαν χωρῇ. [310] ἵνα δὲ γνωριμώτερον , τί καὶ Σεβαστὸς περὶ ὅλου τοῦ πράγματος ἐφρόνησε, τὰ ἐν Ἀλεξανδρείᾳ αὐτοῦ διατάγματα προτεθέντα προσέθηκα, ἅπερ εἰ καὶ γνώριμα πᾶσιν εἶναι δοκεῖ, τότε καὶ ἐπὶ τοῦ βήματος ἀνέγνω τιμιώτατός μοι βασιλεὺς Ἀγρίππας δικαιολογησάμενος περὶ τοῦ μὴ δεῖν αὐτοὺς ἀφαιρεθῆναι τῆς τοῦ Σεβαστοῦ δωρεᾶς. [311] εἴς τε οὖν τὸ λοιπὸν παραγγέλλω μηδεμίαν πρόφασιν στάσεως μηδὲ ταραχῆς ζητεῖν, ἀλλ᾽ ἑκάστους τὰ ἴδια ἔθη θρησκεύειν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: