previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[360]

δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐπὶ Ῥώμης ἦν ἐν τῷ χρόνῳ τούτῳ τρεφόμενος παρὰ Κλαυδίῳ Καίσαρι. [361] πυθόμενός γε μὴν Καῖσαρ, ὅτι τέθνηκεν Ἀγρίππας, Σεβαστηνοὶ δὲ καὶ Καισαρεῖς ὑβρίκασιν εἰς αὐτόν, ἐπ᾽ ἐκείνῳ μὲν ἤλγησεν, ἐπὶ δὲ τοὺς ἀχαριστήσαντας ὠργίσθη. [362] πέμπειν οὖν εὐθέως ὥρμητο τὸν νεώτερον Ἀγρίππαν τὴν βασιλείαν διαδεξόμενον ἅμα βουλόμενος ἐμπεδοῦν τοὺς ὀμωμοσμένους ὅρκους, ἀλλὰ τῶν ἐξελευθέρων καὶ φίλων οἱ πολὺ παρ᾽ αὐτῷ δυνάμενοι ἀπέτρεψαν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ μηδὲ τοὺς παιδὸς ἐκβεβηκότι χρόνους ἐπιτρέπειν βασιλείας τηλικοῦτον μέγεθος, μὴ δυνατὸν τὰς τῆς διοικήσεως φροντίδας ἐνεγκεῖν, καὶ τελείῳ δ᾽ οὖν εἶναι βαρὺ βάσταγμα βασιλείαν. [363] ἔδοξεν οὖν αὐτοὺς εἰκότα λέγειν Καῖσαρ. ἔπαρχον οὖν τῆς Ἰουδαίας καὶ τῆς ἁπάσης βασιλείας ἀπέστειλεν Κούσπιον Φᾶδον τῷ κατοιχομένῳ διδοὺς τιμὴν τὸ μὴ Μάρσον ἐπαγαγεῖν εἰς βασιλείαν αὐτῷ διάφορον. [364] ἐγνώκει δὲ πρὸ πάντων ἐπιστεῖλαι τῷ Φάδῳ Καισαρεῦσιν καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως καὶ παροινίας εἰς τὰς ἔτι ζώσας, [365] τὴν ἴλην δὲ τῶν Καισαρέων καὶ τῶν Σεβαστηνῶν καὶ τὰς πέντε σπείρας εἰς Πόντον μεταγαγεῖν, ἵν᾽ ἐκεῖ στρατεύοιντο, τῶν δ᾽ ἐν Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἐπιλέξαι στρατιώτας κατ᾽ ἀριθμοὺς καὶ τὸν ἐκείνων ἀναπληρῶσαι τόπον. [366] οὐ μὴν οἱ κελευσθέντες μετέστησαν: πρεσβευσάμενοι γὰρ Κλαύδιον ἀπεμειλίξαντο καὶ μένειν ἐπὶ τῆς Ἰουδαίας ἐπέτυχον, οἳ καὶ τοῖς ἐπιοῦσι χρόνοις τῶν μεγίστων Ἰουδαίοις ἐγένοντο συμφορῶν ἀρχὴ τοῦ κατὰ Φλῶρον πολέμου σπέρματα βαλόντες. ὅθεν Οὐεσπασιανὸς κρατήσας, ὡς μετ᾽ ὀλίγον ἐροῦμεν, ἐξήγαγεν αὐτοὺς τῆς ἐπαρχίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: